Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.472
Not analysed yet
δὲ καί, ὅτι ἔνιοι καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον. τὸ μέντοι Ἀλήϊον, οὗ ἀλλαχοῦ μέμνηται ὁ ποιητής, Λυκιακὸν πεδίον ἐστίν. (v. 625—30) Ὅτι πολλαχοῦ ἐνταῦθα ὁ ποιητὴς καινῷ τοιούτῳ χρᾶται σχήματι· «οἳ δὲ εἶχον τὸν δεῖνα καὶ δεῖνα τόπον, τούτων ἦρχεν ὁ δεῖνα». τὸ δέ γε ἀκόλουθον οὕτως ἦν· «οἳ δὲ εἶχον τόνδε καὶ τόνδε τὸν τόπον, ἀρχηγὸν εἶχον τόνδε τινά». ὁ δὲ ἀρχόμενος ἀπὸ εὐθείας περαίνει καινότερον τὴν τοῦ σχήματος ἀπόδοσιν εἰς γενικήν. οὕτω γοῦν καὶ ἐνταῦθα σχηματίζων φησίν· «οἳ δ' ἐκ Δουλιχίου Ἐχινάων τε ἱερῶν νήσων, οἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τούτων ἡγεμόνευε Μέγης Φυλείδης», Αὐγείου ἔγγονος. εἶτα οὕτω δόξαν αὐτῷ ἐφερμηνεύων τὸ «Φυλείδης» φησίν· «ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς». ἡρμήνευσε δὲ τὸ Φυλείδης οὐχ' ὡς ὑποδύσκολον, ἀλλ' ἵνα εἰς τὸ Φυλεύς ἀναλύσας αὐτὸ εὐθὺς ἀκολύτως ἐπιπλέξῃ ἱστορίαν ταύτην· «ὅς ποτε Δουλίχιόνδ' ἀπενάσσατο πατρὶ χολωθείς». οὐ γὰρ Δουλιχιεὺς ἀνέκαθεν ὁ Φυλεύς, ἀλλὰ χόλον παθὼν κατὰ τοῦ πατρὸς μετῴκησεν ἐκ τῶν κατὰ Ἤλιδα τόπων εἰς τὸ Δουλίχιον. διὸ καὶ ἱππότης νῦν εἰρῆσθαι δοκεῖ καὶ αὐτὸς ἀντὶ τοῦ φυγάς· κεῖται γάρ ποτε τὸ ἱππότης ὄνομα κατὰ τοὺς Γλωσσογράφους καὶ ἐπὶ τοιούτου σημαινομένου. περὶ δὲ τοῦ Φυλέως ἐγράφη καὶ πρὸ ὀλίγου. ἐνταῦθα δὲ ὅρα ψευδοπαρήχησιν τήν «Διῒ φίλος Φυλεύς». τοιαῦται δὲ καὶ ἕτεραι ἀνεγράφησαν καὶ μάλιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ἦγε δὲ ὁ ῥηθεὶς Μέγης νῆας τεσσαράκοντα. Ἰστέον δὲ ὅτι ὁ Πορφύριος αἰτίαν τοῦ φυγεῖν τὸν Φυλέα ἐξ Ἤλιδος εἰς τὸ Δουλίχιόν φησι τὸ μαρτυρῆσαι Ἡρακλεῖ περὶ τῆς ἀφαιρέσεως τῶν βουκολίων, ὅπερ πάντως ἐλύπει τὸν τοῦ Φυλέως πατέρα, τὸν Αὐγείαν. γέγονε δὲ τοῦτο, ἡνίκα Ἡρακλῆς τὴν Αὐγείου κόπρον ἐξεκάθηρεν. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι διαφορᾶς ἀνηκέστου τῶν οἰκείων κρείσσων χωρισμός, ἐπαινοῦντες τὴν τοῦ Φυλέως φυγήν, ἐπεὶ χόλον ἔσχε πολὺν τῷ πατρί. μητέρα δὲ τοῦ ῥηθέντος Μέγητός τινες Κτιμένην φασὶ τὴν τοῦ Λαέρτου, ὥστε θεῖος αὐτοῦ γίνεται Ὀδυσσεύς, οὗπερ ἀδελφὴ ἡ Κτιμένη. ἑτέρα δὲ ἱστορεῖται οἰκείωσις τοῦ Μέγητος πρὸς τοὺς βασιλεῖς. Φυλεὺς γάρ, φασί, μοιχεύσας Τιμάνδραν ἀδελφὴν Ἑλένης καὶ Κλυταιμνήστρας ἀπήγαγεν εἰς τὸ Δουλίχιον, ὥστε καὶ εὐλόγως, φασί, διὰ τὴν ἐπιγαμίαν συμμαχεῖ καὶ ὁ Μέγης. (v. 625) Ἰστέον δὲ ὅτι ἐκ τῆς Πελοποννήσου μεταβὰς ὁ ποιητὴς εὐτάκτως εἰς τὸ πλησίον αὐτῆς Δουλίχιον οὕτω καθ' ὁμοίαν τινὰ τάξιν, διὰ τὴν ῥηθεῖσαν τοῦ Μέγητος οἰκείωσιν πρὸς τὸν Ὀδυσσέα, μετὰ τὸν παρόντα κατάλογον τὸν Κεφαλληνιακὸν τάξει, οὗ ἐξάρχει ὁ Ὀδυσσεύς.