Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.475
Not analysed yet
καὶ μεταβολῇ τοῦ α πέρην· ἐξ οὗ τὸ ἐπίρρημα, δηλοῦν τὸ ἀπὸ τῶν ἐνταῦθα εἰς τὴν ἐκεῖθεν ἀντικρὺ γῆν. ὅρα δὲ ὅτι τοπογραφῶν ὁ ποιητής, ποῦ Ἐχινάδες νῆσοι κεῖνται, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, οὐκ ἠρκέσθη τῷ «πέραν ἁλός», ἀλλὰ διὰ σαφήνειαν προσέθετο τὸ «Ἤλιδος ἄντα», τουτέστιν ἀντικρὺ τῆς Ἤλιδος, περὶ ἧς πρὸ ὀλίγου εἴρηται. (v. 631—7) Ὅτι Ὀδυσσεὺς δώδεκα μιλτοπαρῄους νῆας ἔχων ἦγε Κεφαλλῆνας μεγαθύμους, «οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον καὶ οἳ Σάμον ἀμφενέμοντο, οἵ τ' ἤπειρον ἔχον καὶ ἀντιπέραι' ἐνέμοντο». καὶ ὅρα ὅπως καὶ ἐνταῦθα ἐνεχόρευσεν ὁ ποιητὴς τῷ εἶχον καὶ τῷ ἐνέμοντο. (v. 631) Μέμνησο δὲ καὶ ὅτι Κεφαλλῆνας λέγει οὐ μόνον τοὺς ἐκ τῆς Κεφαλληνίας νήσου, ἀλλὰ πάντας τοὺς ἐν τοῖς ῥηθεῖσι τόποις τοῖς ὑπὸ τὸν Ὀδυσσέα, τούς τε περὶ τὴν Ἰθάκην καὶ τοὺς λοιπούς. ἐν οἷς καὶ οἱ Ἀκαρνᾶνες κατὰ τὸν Γεωγράφον οὔπω ἐπὶ Ὁμήρου ὠνομασμένοι οὕτω. τὰ γοῦν ῥηθέντα Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσι, φησίν, εἰσί· καὶ ἡ Λευκὰς δὲ ἦν, φησί, τὸ παλαιὸν χερόννησος τῆς τῶν Ἀκαρνάνων γῆς. καλεῖ δ' ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείρου, ἤπειρον καλῶν τὴν περαίαν Ἰθάκης καὶ Κεφαλληνίας, ὡς εἶναι, φασί, ταὐτὸν ἀκτὴν ἠπείρου εἰπεῖν καὶ Ἀκαρνανίαν. τὴν δὲ ῥηθεῖσαν Λευκάδα Νήρικον ἐν Ὀδυσσείᾳ καλεῖσθαί φασι. πόθεν δὲ τὴν κλῆσιν οἱ Κεφαλλῆνες ἔλαχον καὶ διὰ τί ἐν δυσὶ λ γράφονται, ἐν Ὀδυσσείᾳ εἴρηται περί που τὰ εἰς τὴν αʹ ῥαψῳδίαν. νῦν δὲ τοσοῦτον μόνον ῥητέον, ὅτι τε ἀντίκειται ταῖς Ἐχινάσιν ἡ Κεφαλληνία καὶ ὅτι Κέφαλος, οὗ οἱ Κεφαλλῆνες παρώνυμοι, πρόγονος ἦν Ὀδυσσέως· Κεφάλου γὰρ Κηλεύς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης, οὗ Ὀδυσσεύς· καὶ ὅτι Ἀμφιτρύων φυγάδα παραλαβὼν ἐξ Ἀθηνῶν Κέφαλον τὸν Δηϊονέως κατέσχε νῆσον καὶ παρέδωκε τῷ Κεφάλῳ, οὗ καὶ γέγονεν ἐκεῖνος ἐπώνυμος. καὶ ὅτι τινὲς τῶν μεθ' Ὅμηρον τὸ Δουλίχιον Κεφαλληνίαν ἐνόμισαν, ἄλλοι δὲ τὴν ἐν Ὀδυσσείᾳ Τάφον. (v. 632) Ἰθάκη δὲ ἐκλήθη ἀπὸ Ἰθάκου ἥρωος, οὗ καὶ Ὅμηρος μέμνηται. ἔστι δέ, φασί, καὶ Συρίας πόλις Ἰθάκη. τὸ ἐθνικὸν οὐ μόνον Ἰθακήσιος, ἀλλὰ καὶ Ἴθακος, ὥς φασιν, ὁμοφώνως τῷ οἰκιστῇ τῆς νήσου, ἧς ὁ κύκλος ὀγδοήκοντα στάδια. [Ὅρα δὲ τὸ «οἵ ῥ' Ἰθάκην εἶχον», ὅτι