Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.476
Not analysed yet
ὄγκου φωνῆς χάριν ἐπεντεθειμένον ἔχει τὸν ῥα σύνδεσμον, ὅπερ μυριαχοῦ ποιεῖ Ὅμηρος. ἄλλως γὰρ εἶχεν εἰπεῖν μετὰ χάσμης «οἳ Ἰθάκην εἶχον».] Τὸ δὲ Νήριτον ὄρος ἐστὶν ἐπιφανὲς ἐν Ἰθάκῃ, περὶ οὗ ἱκανῶς ἐρρέθη ἐν τῷ αʹ τῆς Ὀδυσσείας. εἰνοσίφυλλον δὲ αὐτὸ λέγει ὁ ποιητής, τουτέστι κινούμενον τοῖς φύλλοις ὡς δασύ, οὗ δηλαδὴ διὰ τὴν πυκνότητα οὐδέν τι τῶν στερρῶν κινεῖται, ὡς μὴ διϊκνουμένου τοῦ ἀνέμου ἐντός, ἀλλὰ τὰ φύλλα μόνα, οἷς ἐπιπολάζων ἐντρέχει ὁ ἄνεμος. γίνεται δὲ ἡ λέξις ἐκ τοῦ ἐνόθω ἐνόσω, τὸ κινῶ, καὶ τοῦ φύλλον. ὅρα δὲ ὅτι, ὥσπερ πρὸ βραχέων, οὕτω καὶ ἐνταῦθα κατὰ συνήθη σχηματισμὸν τῷ ὅλῳ τὸ μέρος συγκατείλεκται, τῇ Ἰθάκῃ δηλαδὴ τὸ Νήριτον τὸ ἐντὸς αὐτῆς ὄν. Νήριτον δὲ τὸ ὄρος διὰ τοῦ τ. τὸ γὰρ διὰ τοῦ κ Νήρικον πόλις ἠπείρου, ὡς δεδήλωται. (v. 633) Τὰ Κροκύλεια δὲ καὶ ἑνικῶς εὕρηται τὸ Κροκύλειον. μέμνηται δὲ τῆς νήσου ταύτης καὶ Θουκυδίδης. ἐθνικὸν αὐτῆς Κροκυλεύς. ὁ δὲ τὰ Ἐθνικὰ ἐπελθὼν τετραμερῆ τὴν Ἰθάκην εἰπών φησιν· «ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλασσαν, τὸ δεύτερον Νήϊον, τὸ τρίτον Κροκύλεια» καὶ ἑξῆς· ὥστε κατὰ τοῦτον τὸν λόγον οὐ νῆσος μόνον, ἀλλὰ καὶ μέρος Ἰθάκης τὸ Κροκύλειον. Ἐν δὲ τῷ «αἰγίλιπα Τρηχεῖαν» ὄνομα μὲν τόπου ἡ Τραχεῖα, ἐπίθετον δὲ τὸ αἰγίλιπα. ἰστέον δὲ ὅτι ἅμα Τραχεῖαν εἶπέ τις καὶ εὐθὺς συνενόησε τὸ αἰγίλιπα, ἤγουν τὴν τὰς αἶγας λιπαίνουσαν κατά τινας. διὸ καὶ ἡ Ἰθάκη αἰγίβοτος λέγεται εἶναι. ἢ μάλιστα τὴν καὶ ὑπ' αὐτῆς αἰγὸς λιπομένην διὰ τὸ ἄγαν τραχὺ καὶ ἀβόσκητον. ἐν δὲ ῥητορικῷ Λεξικῷ φέρεται οὕτως· «αἰγίλιψ, ἀπρόσβατος, ψιλή, ἀβόσκητος». ἰστέον δὲ ὅτι, ὥσπερ ἡ αἰγίλιψ ἐκ τῆς αἰγί σύγκειται δοτικῆς, οὕτω καὶ ἡ αἰγίπυρρος πόα, φασί, πυρρά, ἣν αἶγες νέμονται. χρὴ δὲ εἰδέναι, ὅτι καὶ ἄλλοι τόποι κατὰ τὰς ἱστορίας τὴν τῆς Τραχείας κλῆσιν ἔλαχον. καὶ μέρος γοῦν τι Κιλικίας τῆς ἔξω τοῦ Ταύρου Τραχεῖα λέγεται· οἴονται δέ τινες τὴν Ἰσαυρίαν εἶναι ταύτην. (v. 634) Ζάκυνθος δὲ λέγεται μὲν καὶ ἀρσενικῶς καὶ θηλυκῶς. δασεῖα δέ ἐστιν, ὡς δηλοῖ καὶ τὸ «ὑλήεντα Ζάκυνθον». ὠνομάσθη δέ, φασίν, ἀπὸ Ζακύνθου, υἱοῦ Δαρδάνου. Ἐνταῦθα δὲ κεῖται τὸ διπλοῦν ζ ὡς οἷά τι στοιχεῖον ἁπλοῦν· οὐ γὰρ ἐκτείνει