Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.478
Not analysed yet
ἂν δὲ εἴη περιττὸν ἐνταῦθα προσθεῖναι πλατύτερον καί, ὅτι τὰς ὑπὸ τὸν Ὀδυσσέα νήσους Τηλεβόαι πάλαι ποτὲ κατεῖχον, ἕως ὁ προρρηθεὶς Κέφαλος τῷ Ἀμφιτρύωνι ἐκ Θηβῶν συστρατευσάμενος διὰ τὴν Ἀλκμήνην κατὰ Τηλεβοῶν καὶ ὑφ' ἑαυτῷ ποιησάμενος αὐτὰς ἀφ' ἑαυτοῦ ταύτας παρωνόμασεν. Ἀνὴρ δὲ οὗτος ὁ Κέφαλος ἦν Πρόκριδος τῆς ἐν Ὀδυσσείᾳ, ἣν ἀκουσίως ἀνελών, ὡς ἐκεῖ ἐρρέθη, καὶ ἐν Θήβαις οἰκήσας συνεμάχησεν, ὡς εἴρηται, τῷ Ἀμφιτρύωνι καὶ γέρας ἔσχε τὴν τῶν ὑπὸ Τηλεβόαις νήσων ἀρχήν. (v. 637) Ἰστέον δὲ καὶ ὅτι μίλτος χρῶμά ἐστιν ἐρυθρόν, δι' οὗ τὰ τῶν νηῶν ἔμπροσθεν βάπτονται εἰς ὡραϊσμόν, ἅπερ πρῷραι λέγονται ὡς ἐκ τοῦ προορᾶν, κραθέντων τῶν δύο ο εἰς ω μέγα. ἐντεῦθεν δὲ οἱ ποιηταὶ ὁρμώμενοι τολμῶσι καὶ παρειὰς λέγειν τὰ τοιαῦτα μέρη τῶν νηῶν καὶ πρόσωπα. Λυκόφρων δὲ εἰς πλέον ἐξαχθεὶς καὶ κόρας τὰς νῆάς φησι λαβὼν τὴν ἀρχὴν ἐκ τοῦ μιλτοπάρῃοι· κόραις γὰρ οἰκεῖον τὸ μιλτοπάρῃον. Ἵνα δὲ πλατύτερον τὸ τοιοῦτον εἶδος θεωρηθῇ, σημειωτέον, ὅτι οὐ μόνον ἡ παρειὰ ἐπιβεβούλευται εἰς μεταφοράν, ἀλλὰ καὶ τὰ λοιπὰ τῆς κεφαλῆς, ἔτι δὲ καὶ τὰ κατὰ ὅλον τὸ σῶμα, τό τε ἀνθρωπικὸν καὶ τὸ ἁπλῶς ζωϊκόν. καὶ ἡ μὲν ἀντιμέτωπος καὶ ἀντιπρόσωπος μάχη καὶ τὸ τῆς ἀφορμῆς εὐπρόσωπον καὶ τὸ τηλαυγὲς πρόσωπον τοῦ ἔργου καὶ ὅσα τοιαῦτα, λείως μεταφέρονται. τῶν δὲ λοιπῶν τὰ πλείω τραχύνονται ποιητικώτερον. οὐκ ὀλίγα δὲ καὶ εἰς διθυραμβικὸν θράσος ἐκπίπτουσι· πολλὴ γὰρ καὶ μάλιστα παρὰ τοῖς ποιηταῖς καὶ ὡς εἰπεῖν ἀφειδὴς ἡ ἐκ τῶν ζῴων ἐπὶ τὰ ἄψυχα τροπικὴ διάθεσις. Ἵνα γὰρ εὐτάκτως ὁδῷ τινι ἐπὶ τὸν σκοπὸν εἰς τὸ πᾶν βαδίσωμεν, κορυφάς τε ὀρέων φασίν, ἐπεὶ καὶ κεφαλὰς καὶ κροτάφους δέ. ἀφ' ὧν καὶ ποταμοὺς ἔστιν οὗ προρρέειν φασί. καὶ ὁ εἰπὼν δὲ κρόταφον κύκλου λέγει μὲν ὅπερ ἐκεῖνος βούλεται, ζῴου δὲ κατατολμᾷ καὶ αὐτός. κόμας δὲ λέγειν δένδρων τὰ φύλλα, [ὅθεν καὶ κομήτης λειμών παρὰ τῇ τραγῳδίᾳ], καὶ κομᾶν τὸ ἐν τούτοις θάλλειν, ἀλλὰ τοῦτο καὶ εἰς κοινὸν ἤδη τέτριπται. καὶ ὀφρῦς δέ που λέγονται ὀρειναί τινες ἐξοχαί, ὅθεν καὶ ἡ Τένεδος Λεύκοφρυς ἐκλήθη ποτέ, ὡς καὶ αὐτὴ κατὰ τὸν Ἀστακηνὸν Λευκάταν λευκὰς ὀφρύας ἔχουσα, ἤτοι ἐπαναστάσεις τινὰς