Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.477
Not analysed yet
τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γάρ· «οἵ τε Ζάκυνθον εἶχον» τοῦ τε βραχυνομένου, ἵνα συναπαρτισθῇ δάκτυλος. καὶ ἡ αἰτία τοῦ πάθους κεῖται εἰς τὸ «ἱερῆς εἰς ἄστυ Ζελείης». κατὰ ὅμοιον δὲ λόγον καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς καὶ αὐτὸ ἐρρέθη, ἔνθα ἐχρῆν. Τὴν δὲ ἐνταῦθα Σάμον, ἣν ὁ Γεωγράφος εἶναί φησι τὴν νῦν Κεφαλληνίαν, ἔστιν εὑρεῖν καὶ ἐν τῇ Ὀδυσσείᾳ. λέγεται δὲ καὶ Σάμη. ἧς ὁ πολίτης Σαμαῖος. οἱ δέ φασι καί, ὅτι ἡ μὲν νῆσος Σάμος λέγεται μόνον, ἡ δὲ πόλις καὶ Σάμος καὶ Σάμη. ἔστι δὲ καὶ Ἰωνικὴ Σάμος, ἡ παρὰ τῷ Περιηγητῇ, καὶ Θρηϊκίη Σάμος, ἡ καὶ ἐν Ἰλιάδι. περὶ δὲ τῆς Κεφαλληνικῆς φέρεται καὶ ταῦτα. τετράπολις ἡ νῆσος. μία δὲ τῶν πόλεων καὶ Σάμος, ὁμώνυμος τῇ νήσῳ. καὶ αὐτὴ μὲν οὐκέτ' ἐστίν, αἱ δ' ἄλλαι τρεῖς παρέμενον, μικραί τινες πόλεις, ἃς καὶ ὀνομάζει ὁ Γεωγράφος. (v. 635) Ἡ δὲ ὑπὸ τῷ Ὀδυσσεῖ αὕτη ἤπειρος τόπος ἐστὶν ὁμωνυμῶν τῇ ὅλῃ γῇ τῇ ἀπείρονι, αὐτὸς εὐπερίγραπτος ὤν· καὶ ὁ αὐτῆς ἐντόπιος Ἠπειρώτης. ἡ δὲ μεθ' Ὅμηρον Ἤπειρος πάνυ πεπλάτυνται μέχρι καὶ Ἰλλυρίδος. καὶ ἐβασίλευσαν αὐτῆς ἄνδρες ἡρωϊκοί, ἐν οἷς καὶ ὁ περιώνυμος Πύρρος. ἐκ δὲ τῆς τοιαύτης πλατυτάτης Ἠπείρου καὶ οἱ περιᾳδόμενοι βόες Ἠπειρωτικοί. Τὰ δὲ Ἀντιπέραια παρώνυμόν ἐστι τῆς περαίας. αὐτὴ δὲ παρῆκται ἀπὸ τῆς προρρηθείσης πέρας· ὡς γὰρ ὑστέρα ὑστεραία, οὕτω πέρα περαία. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὰ ἀντιπέραν τῶν νήσων βούλεται λέγειν ὁ ποιητής, Λευκάδα καὶ Ἀκαρνανίαν, ὧν προσεχῶς ἐμνήσθημεν. ἕτεροι δέ φασιν Ἀντιπέραια τὰ ἐξ ἐναντίας τῆς Ἤλιδος κείμενα χωρία. (v. 637) Μιλτοπαρῄους δὲ τὰς τοῦ Ὀδυσσέως νῆας καλεῖ ὁ ποιητής, οὐκ ἀργῶς ἀλλ' ἐπίτηδες. φασὶ γὰρ οἱ παλαιοί, ὅτι ἐξηλλαγμέναι ἦσαν αἱ τοῦ Ὀδυσσέως νῆες, ὅπως εἰ καὶ ὀλίγαι, ἀλλ' οὖν διὰ τῆς χρώσεως εἶεν ἐπίσημοι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς ἐν τῷ ναυστάθμῳ ἔταξαν Ἕλληνες καὶ τὴν κοινὴν ἀγορὰν ἐκεῖ ἐποίησαν. (v. 636) Σημείωσαι δὲ ὅτι <οὐ> σεμνύνας ὁ ποιητὴς τὸν τοσοῦτον Αἴαντα, ὡς προεσημειώθη, οὐδὲ τὸν Ὀδυσσέα σεμνολογεῖ, ἀρκεῖται δὲ εἰπὼν αὐτὸν Διῒ μῆτιν ἀτάλαντον, περὶ οὗ ἀλλαχόθι ῥηθήσεται. οὐκ