Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.480
Not analysed yet
λοι. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος. καὶ λόφοι ὀρεινοί, ὡς ἀπὸ τοῦ τῶν βοῶν λόφου, καθὰ καὶ οἱ Ἐτυμολόγοι φασίν. ἔτι δὲ καὶ αὐχένες οἱ κατὰ τοὺς ῥηθέντας τένοντας. καὶ μὴν καὶ ῥάχεις πετρώδεις ὡς οἷα πριονώδεις τινὲς ὄρους ἐξοχαί. ἡ δὲ φάραγξ ἡ ὀρεινὴ παρωνυμία ἐστὶ τῆς ἐν ζῴοις φάρυγγος. καὶ τὸ παρ' Ὁμήρῳ δὲ Γάργαρον ἀπὸ τοιούτου γαργαρεῶνος εἴληπται. εἰς ὅμοιον δὲ τούτοις ἄγεται καὶ τὸ ὤμους εἰπεῖν ἀμπέλου καὶ λιμένων ἀγκάλας καὶ μηνοειδεῖς ἀγκῶνας ὄρους. καὶ Ἀγκὼν δὲ πόλις τις Πικεντίνων καὶ τείχους ἀγκὼν καὶ γλυκὺς ἀγκὼν παροιμιακῶς. τούτοις δὲ ἀκόλουθα καὶ πῆχυς τόξου καὶ φυτοῦ καρπός, πρὸς ὁμοιότητα τοῦ ἐν τῇ χειρὶ καρποῦ κατὰ τοὺς Ἐτυμολόγους, καὶ βωμοῦ θέναρ, τὸ πλάτος, ὡς Πίνδαρος ποιεῖ. Ἐκ δὲ τῶν τοιούτων ὥρμηνται [καὶ οἱ Ἰδαῖοι Δάκτυλοι] καὶ τὸ «ῥοδοδάκτυλος ἡμέρα» καὶ τὸ «ὄνυξ ὄρους», [ὡς καὶ χηλή,] ὅθεν καὶ ἀκρωνυχία, ἡ ὀρεινὴ ὀξύτης. εἰς τοῦτο δὲ καὶ τὰ κέρατα τῇ τροπῇ συλλαμβάνονται, [ἀφ' ὧν «ὑψικέρατα πέτραν» ἔφη τις.] αὐτὰ μέντοι καὶ καμπὰς καὶ κλῶνας δηλοῖ ποταμῶν. ἐθαρρήθη δὲ καὶ οὖθαρ λεχθῆναι ἀρούρης, ἤτοι μαστόν, τὸ τῆς γῆς πιότατον καὶ τροφῆς ἀναδοτικὸν καὶ καρδία δένδρου τὸ ἐντός. τὴν δὲ κλῆσιν ταύτην καὶ πόλις ἔλαχε Θρᾳκική, [ᾗπερ ὁμώνυμος ὁ Θρᾴκιος κόλπος ἐν τοῖς ἄρτι, ἄλλως μὲν Καρδιανὸς λεγόμενος παρωνυμίας λόγῳ, παρὰ δὲ τοῖς ὕστερον Καρδία καὶ αὐτὸς καλούμενος. ἐχορήγησε δὲ καὶ αὕτη τῷ Κωμικῷ ἀστειότητα κατὰ Κλέωνος. καὶ οὕτω μὲν καὶ ἡ καρδία μεμέρισται.] Καὶ κοιλίαι δὲ γῆς, αἱ ὑπὸ γῆν κοιλότητες, ὧν παρώνυμος ἡ κοιλάς. καὶ στέρνα δὲ καὶ νῶτα καὶ βούστροφα γῆς μετάφρενα, ἣν καὶ χθόνα στερνοῦχον