Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.481
Not analysed yet
εἶπεν ὁ Σοφοκλῆς. ἐρρέθησαν δὲ καὶ πλευρὰ τοπικά, ὡς Κύπρου πλευρὰ τὰ πλάγια. κεχάρισται δὲ ἡ πλευρὰ καὶ σχήμασι μαθηματικοῖς. λαγόνες δὲ ὄρους καθωμίληνται καὶ γῆς κενεῶνες καὶ γαστὴρ Ἅιδου. ὁ δὲ περὶ Πυθῶνα τόπος ὀμφαλὸς ἐκλήθη γῆς ἤτοι μεσότης. τὰ δὲ τῆς γῆς ἔντερα, σκωλήκια ταῦτα ὑπόγεια, τῷ τοιούτῳ καὶ αὐτὰ ἥνωνται τόπῳ, καθάπερ καὶ ἡ τῶν δένδρων ἐντεριόνη καὶ ἡ ἐπὶ νηῶν ἐντερόνεια. οὕτω δὲ καὶ φλέβες ὑδάτων, σύριγγες γῆς, ἐξ ὧν ἀναπιδύουσιν ὕδατα. καὶ αἷμα δὲ σταφυλῆς τὸν οἶνον λέγειν ἐντεῦθεν ἤρτηται. τετόλμηται δὲ καὶ γῆς ὀστᾶ τοὺς λίθους εἰπεῖν, ὡς δηλοῖ τὸ «γῆς ὀστέοισιν ἐγχριμφθεὶς πόδα», ἤτοι λίθοις προσκόψας. καὶ τοῦτο μὲν διθυραμβῶδες. Τὸ δέ γε νεῦρα πραγμάτων εἰπεῖν τὰ χρήματα οὔτε σκληρὸν ἀλλὰ καὶ εὐστοχώτατον. καλὸν δὲ καὶ τὸ «μυελὸν ἀνδρῶν» Ὁμηρικῶς λέγειν τὰ ἄλφιτα. ἡ δ' αὐτὴ μεταχείρισις καὶ οὐρὰν τῷ πολέμῳ καθὰ καὶ στόμα προσέπλασεν, ὡς οἷα θηρίῳ τινί. ὅθεν καὶ τὸ οὐραγεῖν καὶ ἡ οὐραγία καὶ ὁ οὐραγός. καὶ πυγὴν δὲ ἀγροῦ παροιμιακῶς ἐλάλησε μετενεγκοῦσα ἐκ τῆς σαρκικῆς πυγῆς, ὅ τινες μὲν ἐνόησαν ἀντὶ τοῦ τὸ πιότατον τοῦ ἀγροῦ κατὰ τὸ «οὖθαρ ἀρούρης», ἕτεροι δὲ παροιμιακῶς ἐξελάβοντο ἐπὶ τῶν μὴ μόνον ἀγρῷ ἀλλ' ἁπλῶς ᾡτινιοῦν προσκαθημένων λιπαρῶς, ἄλλοι δὲ ἐπὶ τῶν σφόδρα ἀγροίκων. [Πυγῆς δὲ παρώνυμα καὶ τὰ περὶ τὴν ἀντικρὺ Χίου πάλαι μὲν Πύγελλα, παρὰ δὲ τοῖς μετὰ ταῦτα Φύγελλα λόγῳ παραφθορᾶς.] Ὄρος δέ τι Ἰνδικὸν Μηρὸς ἐκλήθη, Διονύσῳ ἀνακείμενον, ὅθεν μηροτραφὴς μεμύθευται, φασίν, ὁ Διόνυσος. λέγεται δὲ καὶ γόνυ καλάμου καθ' ὁμοιότητα. καὶ ἀμπέλου καὶ στάχους καὶ ὄρους δὲ τὰ μὲν κατωτάτω πόδες, τὰ δὲ ἀνωτέρω κνημοί, ἐκ μεταφορᾶς τῆς ἐν ἡμῖν κνήμης. καὶ πτέρνα δὲ πόλεως ἡ βάσις παρὰ Λυκόφρονι, [γινομένη ἐτυμολογικῶς παρὰ τὸ πατεῖν ἔραν, ἵνα ᾖ πατέρα καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ν πτέρνα.] καὶ σφυρὸν ἀνέμου παρὰ τῷ Περιηγητῇ. Οὐ μόνον δὲ μελεϊστὶ κατατεμόντες ἢ ἀνατεμόντες οἱ παλαιοὶ καί, ἄλλως δὲ εἰπεῖν, μιστύλαντες εἰς