Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.484
Not analysed yet
εἰπών, ὅτι ἐστὶ καὶ Αἰτωλός ἐπίθετον παρὰ ῥῆμα τὸ αἰτεῖν. (v. 639) Ἡ δὲ Πλευρὼν οἰκητήριον γέγονε, φασί, Κουρήτων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητής. περὶ ἣν καὶ Κούριον ὄρος, ὅθεν οἱ Κουρῆτες ὀνομασθῆναι δοκοῦσι, Πλευρώνιοι ὄντες. ὁ πολίτης αὐτῆς οὐ μόνον Πλευρώνιος ἀλλὰ καὶ Πλευρωνεύς. Ὤλενος δὲ ἦν μὲν καὶ Ἀχαϊκή, ὡς προερρέθη, νῦν δὲ περὶ Αἰτωλικῆς ὁ λόγος προφερομένης καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ὤλερος μέντοι διὰ τοῦ ρ πόλις Κρητικὴ πορρωτέρω, φασί, τῆς Ἱεραπύτνης, πόλεως καὶ αὐτῆς Κρητικῆς, ἔνθα καὶ Ἀθηνᾶ Ὠλερία, ἐφ' ᾗ ἑορτὴ τὰ Ὠλέρια. ὁ δὲ Γεωγράφος περὶ τῆς Αἰτωλικῆς Ὠλένου, ἔτι δὲ καὶ τῆς Πυλήνης, λέγει, ὅτι Ὤλενον Αἰτωλικὴν ὁμωνύμως τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖς κατέσκαψαν πλησίον οὖσαν τῆς νεωτέρας Πλευρῶνος, ὡς ἴχνη μόνα λείπεσθαι αὐτῆς ἐγγὺς Πλευρῶνος ὑπὸ τῷ Ἀρακίνθῳ, τὴν δὲ Πυλήνην μετήνεγκαν εἰς τοὺς ἀνωτέρω τόπους, ἀλλάξαντες καὶ τὸ ὄνομα. Νοητέον δὲ ἐντεῦθεν καί, ὅτι Πλευρὼν οὐ μία ἦν Αἰτωλική, ἀλλὰ ἡ μὲν ἀρχαιοτέρα, ἡ δὲ νεωτέρα, ὡς νῦν ἐρρέθη. τῆς δὲ Πυλήνης τὸ ἐθνικὸν Πυλήνιος. ἡ δέ γε Παλλήνη διὰ τοῦ α καὶ τῶν δύο λ Θρᾳκική ἐστιν, ὡς ἀλλαχοῦ δεδήλωται. (v. 640) Χαλκὶς δὲ ἦν μὲν καὶ ἐν Εὐβοίᾳ, ὡς προεδηλώθη, καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ· ἡ δὲ παροῦσα Αἰτωλική ἐστι· ῥέει δὲ ὁ Ἀχελῷος ἐκεῖσε. Ἡ δὲ Καλυδὼν ἀπὸ Καλυδῶνος κληθῆναι λέγεται, ὃς καὶ αὐτὸς Ἐνδυμίωνος υἱὸς ἢ Αἰτωλοῦ. μνήμη δὲ αὐτῆς ἔσται καὶ προϊόντι τῷ ποιητῇ ἐν τοῖς κατὰ τὸν Καλυδώνιον σῦν. δοκεῖ δὲ ἐν Καλυδῶνι κατοικεῖν ὁ Οἰνεύς, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τὰ περὶ Καλυδῶνα Οἰνεὺς ἔσχε. καὶ οὕτω μὲν ταῦτα. (v. 638 et 641—3) Ὁ δὲ ποιητὴς καὶ ἑτεροίαν ἱστορίαν συνήθως ἐπιπλέκων φησίν, ὅτι Θόας Αἰτωλῶν ἡγεῖτο· «οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος παῖδες ἦσαν, οὐδ' ἂρ ἔτ' αὐτὸς ἦν», ὁ Οἰνεὺς δηλαδή, «ἔθανε δὲ ξανθὸς Μελέαγρος». ἐκείνων δὲ ἐπιλιπόντων τῷ Θόαντι πάντα, φησίν, ἐπετέταλτο. Ποῖα πάντα; «ἀνάσσειν», φησίν, «Αἰτωλοῖς». Δῆλον γὰρ ὅτι ὁ τοῦτο ἔχων πάντ' ἔχει κατὰ τὸν εἰπόντα. καὶ ἴδε ὅτι καὶ νῦν τὸ ἀνάσσειν δοτικῇ συντέτακται. ὅρα δὲ καὶ τὸ «οὐκ ἦσαν» καὶ «οὐκ ἦν» καὶ τὸ «ἔθανεν», ὅπερ ἰσοδυναμεῖ μὲν τῷ οὐκ ἦν, ἐπαχθὲν δὲ τοῖς πρὸ αὐτοῦ ἄρσιν καὶ θέσιν γοργὴν ἐσχημάτισεν. ἐκ δὲ τοῦ ἐπετέταλτο ἡ ἐπιτολὴ γίνεται καὶ πλεονασμῷ τοῦ σ ἐπιστολή, ἡ νοουμένη ἐπὶ ἐντολῆς. ὅρα δὲ καὶ ὡς ἑνὶ μόνῳ καὶ ἐνταῦθα ὁ ποιητὴς ἠρκέσθη ῥήματι, τῷ «ἐνέμοντο», ἅπαξ ῥηθέντι ἐπὶ Πλευρῶνος. ὁ δὲ περὶ τοῦ Οἰνέως λόγος πολὺς ἐν ταῖς ἱστορίαις. Περὶ δὲ Μελεάγρου καὶ αὐτοῦ ἐρεῖ ὁ ποιητὴς ἐν τοῖς ἐφεξῆς. κυνηγετικὸς δὲ ἦν ὁ ἀνὴρ