Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.483
Not analysed yet
παρὰ Λυκόφρονι. αἱ δέ γε πελαργοχρῶτες οὐ τοιαῦται μέν, ἔχουσι δέ τι καὶ αὐταὶ κάλλους, χρῳζόμεναι διόλου κατὰ πελαργούς, ἐν οἷς τὸ μὲν πελὸν μελανίαν δηλοῖ, λευκότητα δὲ τὸ ἀργόν. ἡ δὲ παρὰ τῷ Σοφοκλεῖ «ποικιλοστόλος ναῦς» δαίδαλόν τι χρῆμά ἐστιν, ὡς πολλοῖς χρώμασι ποικιλλόμενον. Ἡ δὲ εὔπρυμνος καὶ ὀρθοκραίρα καὶ μέλαινα, εἴτ' οὖν κελαίνη, καὶ ἡ κορωνίς καὶ ἡ κοίλη καὶ ἡ εὔσελμος καὶ εὐκλήϊς καὶ εὔζυγος ἰδίας ἐννοίας καὶ αὐτὰ ταῖς ναυσὶν οἰκειοῦσιν, ὡς πολλαχοῦ καθωμίληται, χύσιν κἀνταῦθα ἐπιθέτων φιλοτιμουμένης τῆς ποιήσεως καὶ πραγματείαν λογιότητος ἀγώγιμα τοιαῦτα ἐμπορευομένης Μουσῶν καὶ ἐπιτιθείσης ταῖς φίλαις ναυσίν, αἷς οἰκεῖον καὶ τὸ θοόν.] (v. 638—44) Ὅτι Αἰτωλῶν τεσσαράκοντα νῆες ἦσαν, ὧν Θόας ἡγεῖτο, υἱὸς Ἀνδραίμονος καὶ Γόργης, τῆς Οἰνέως θυγατρός. «οἵ», φησί, «Πλευρῶνα ἐνέμοντο καὶ Ὤλενον καὶ Πυλήνην Χαλκίδα τε ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν». τίθησι δὲ τοὺς Αἰτωλοὺς ὁ ποιητὴς μετὰ τοὺς ὑπὸ τὸν Ὀδυσσέα, διότι, φασὶν οἱ παλαιοί, τῇ Ἀκαρνανίᾳ, ἧς ὁ Ὀδυσσεὺς ἦρχεν, ἥνωται ἡ Αἰτωλία. καὶ οὕτως εὐτακτεῖται ὁ Κατάλογος. (v. 638) Αἰτωλία δὲ ἡ χώρα καὶ Αἰτωλοὶ τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ καλοῦνται, υἱοῦ Ἐνδυμίωνος, ὡς καὶ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται, ὃς ἐκπεσὼν Πίσης, τῆς ἐν Πελοποννήσῳ, ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δέ, φασίν, Ὕαντες ἐκαλοῦντο. ἦν δέ, φασί, καὶ Πελοποννήσου πόλις Αἰτωλία. ὀξύνεται δὲ τὸ Αἰτωλός, ὡς τὸ Πακτωλός καὶ ἁμαρτωλός καὶ ὅλως τὰ ἔχοντα τὸ τ πρὸ τοῦ ω ἀρσενικά· διὸ τὸ Μαύσωλος προπαροξύνεται ὡς μὴ ἔχον τὸ τ. Ἱστορεῖται δέ, ὅτι εὐδοκίμουν οἱ Αἰτωλοὶ περὶ σφενδόνην, μακροβολωτέραν, κατὰ τὸν Γεωγράφον εἰπεῖν, οὖσαν τῆς ἐκ τόξου ἑκηβολίας. καί τις Πυραίχμης παλαιὸς Αἰτωλὸς εἰς μονομαχίαν προελθὼν μετὰ Δεγμένου Ἐπειοῦ κατέβαλε σφενδονήσας τὸν Δέγμενον. Πίνδαρος δὲ τοὺς ὑπὸ τῷ Φοίνικι Δόλοπάς φησι «θρασὺν ὅμιλον σφενδονᾶσαι», ὡς καὶ τῶν Δολόπων δεξιῶν ὄντων σφενδονητῶν. Ἰστέον δὲ καὶ ὅτι τὸ Αἰτωλός ὄνομα ἐχρησίμευσε τῇ κωμῳδικῇ παροιμίᾳ τῇ λεγούσῃ «τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κλωπιδῶν», ἤγουν ὁ δεῖνα καὶ δωροδοκεῖται καὶ ῥᾳδιουργεῖ, ταῖν χεροῖν μὲν αἰτῶν, τῷ δὲ νῷ κλέπτων· ἔοικε γὰρ ὁ Αἰτωλὸς ἀπὸ τοῦ αἰτεῖν παραχθῆναι. καὶ δηλοῖ καὶ ὁ τὰ Ἐθνικὰ γράψας