Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.486
Not analysed yet
στάδια. κεῖται δὲ ἀντικρὺ Πελοποννήσου πρόσβο<ρ>ρος. οὕτω δὲ ἠδύναντο ἡ Κνωσσὸς καὶ ἡ Γόρτυνα, ὥστε συμπράττουσαι, φασίν, ἀλλήλαις πάντας ὑπηκόους εἶχον τοὺς ἄλλους, στασιάσασαι δὲ διΐστων τὰ κατὰ τὴν νῆσον. προσθήκη δέ, φασίν, ἡ Κυδωνία μεγίστη ὁποτέροις προσγένηται. ἦν δὲ ἡ Κυδωνία ἐπιφανεστάτη καὶ αὐτή. (v. 647) Λύκτος δέ, ἧς ἐπίνειον ἡ λεγομένη Χερόννησος, ὠνόμασται ἀπὸ Λύκτου, υἱοῦ Λυκάονος, ὡς ὁ γράψας τὰ Ἐθνικὰ ἱστορεῖ. ἔνιοι δέ, φησί, Λύττον αὐτὴν καλοῦσιν, ὡς ἐν μετεώρῳ τόπῳ κειμένην. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. Μίλητος δέ, ἡ Κρητικὴ αὕτη, προϋπῆρχε τῆς Ἀσιανῆς Μιλήτου, ἣν ἔκτισεν ὁ παλαιὸς Σαρπηδὼν ἀγαγὼν οἰκήτορας καὶ καλέσας αὐτὴν κατὰ τὸν Γεωγράφον ἐκ τῆς Κρητικῆς Μιλήτου. ὅτι δὲ πολλαὶ Μίλητοι, καὶ ὡς πολλὰς ἀποικίας ἔστειλαν, δῆλον ἐκ τῶν ἱστοριῶν. καὶ ἡ μὲν Κρητικὴ οὐ πολὺν ἔχει παρὰ τοῖς ἱστοροῦσι πλατυσμόν, ἡ δὲ Ἰωνικὴ πλουτίζεται τοῖς κατ' αὐτὴν σεμνώμασι, τοῖς τε ἄλλοις καὶ τῷ περὶ αὐτὴν μεγίστῳ ναῷ ποτε, ὃς διέμεινε, φασί, χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος, καὶ τοῖς σοφοῖς δέ, ὧν εὐφόρησε, τῷ τε Θάλητι καὶ τῷ Φωκυλίδῃ καὶ τῷ παρρησιαστικῷ ῥήτορι Αἰσχίνῃ, ὃς οὐκ εἰς καλὸν τῆς παρρησίας ἀπώνατο, καὶ τῷ κιθαρῳδῷ Τιμοθέῳ, εἰς ὃν ἐπίγραμμα τοιοῦτον· «πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον». γέγραπται δὲ περὶ Μιλήτου καὶ ἐν τοῖς εἰς τὸν Περιηγητήν. Λύκαστος δὲ ἀπὸ Λυκάστου, φασίν, αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι δὲ καὶ Ποντικὴ Λύκαστος κατὰ τὸν γραφέα τῶν Ἐθνικῶν, ὃς λέγει καί, ὅτι τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι· οὐκ ἐπικρατεῖ δέ, φησίν, ἡ ἐθνικὴ παράδοσις, τουτέστι παρὰ τοῖς ἄλλοις οὐκ ὀξύνεται. (v. 648) Ἡ δὲ Φαιστὸς ὀξύνεται πρὸς διαστολὴν τοῦ βαρυτόνου Φαίστου τοῦ κυρίου ὀνόματος, ὃς καὶ ἔκτισεν αὐτήν, υἱὸς ὢν Ῥοπάλου, υἱοῦ Ἡρακλέος, ὡς ὁ Ἐθνογράφος λέγει, ὃς καὶ Πελοποννησίαν Φαιστὸν ἱστορεῖ. Φαίστιον δέ φασιν εἶναι σοφὸν τὸν Ἐπιμενίδην, ὃς καθαρμοὺς δι' ἐπῶν ἐποίησε. διεῖχε δὲ κατὰ τὸν Γεωγράφον Γόρτυνος μὲν στάδια ἑξήκοντα, θαλάσσης δὲ εἴκοσι, κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. [Εἰς δὲ τὴν διάφορον τόνωσιν τοῦ Φαιστός καὶ Φαῖστος θετέον σὺν ἄλλοις ἀλλαχοῦ δηλουμένοις καὶ τὸ Ἀθηναῖος τοπικὸν καὶ Ἀθήναιος κύριον καὶ ἐπαινετός τὸ ἐπίθετον καὶ Ἐπαίνετος κύριον