Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.487
Not analysed yet
καὶ νόμος τὸ κοινὸν καὶ νομός ὁ κατὰ τόπον καὶ πλησίος ὁ ἐγγίζων καὶ Πλήσιος κύριον ἀνδρὸς ἱεροῦ.] Τὸ δὲ Ῥύτιον τὸ ἐν Κρήτῃ προπαροξύνεται μέν, ὡς τὸ στάδιον, κατὰ τοὺς παλαιούς, διὰ διχρόνων δὲ γράφεται. τὸ μέντοι Τρῳαδικὸν Ῥοίτειον, ὅπερ καὶ ἄκρα καὶ πόλις Τρῳάδος ἐστίν, ἐξήλλακται ὥσπερ τῇ τοπικῇ διαστάσει, οὕτω καὶ ταῖς δυσὶ διφθόγγοις, ἐν αἷς γράφεται. ἐθνικὸν δὲ καὶ τούτου καὶ ἐκείνου Ῥυτιεύς. περὶ δὲ τοῦ ῥηθέντος Τρωϊκοῦ Ῥοιτείου, ὅτι τε πόλιν ὁμώνυμον ἐπὶ λόφῳ εἶχε καὶ ᾐόνα συνεχῆ, ἐφ' ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος, καὶ εἴ τί που ἄξιον ἄλλο τῆς ἐν καιρῷ μνήμης, ἐν τοῖς ἑξῆς δηλωθήσεται. (v. 649) Ἑκατόμπολις δὲ ἡ Κρήτη λεγομένη ἐνταῦθα, ἐνενηκοντάπολις ἐν τῇ Ὀδυσσείᾳ ποιεῖται. καὶ οἱ μέν φασιν, ὅτι ἀληθῶς ἑκατόμπολις μὲν ἦν κατὰ τὴν ἐνταῦθα ἱστορίαν. Λεῦκος δέ, οὗ καὶ Λυκόφρων μέμνηται, δέκα πόλεις ἐπόρθησεν ἀποστατήσας καὶ ἐπαναστὰς τῷ Ἰδομενεῖ. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα πόλεις ἔχειν ἡ Κρήτη λέγεται. ἄλλοι δὲ εἶπον, ὅτι ἑκατόμπολιν ὁ ποιητὴς τὴν Κρήτην εἰπὼν τὸ ἐφ' ἑαυτοῦ εἶπεν, ἤγουν τὸ ἐπὶ τῶν ἡμερῶν, ἐν αἷς αὐτὸς περιῆν· ἐπὶ μέντοι τῶν Τρωϊκῶν ἐνενήκοντα ἦσαν. Ἀλθαιμένης δέ, φασίν, ἐκπεσὼν Ἄργους ἔκτισε τὰς δέκα ἢ καί, ἄλλως εἰπεῖν, μετὰ τὰ Τρωϊκὰ ἐπεκτίσθησαν δέκα, ὡς ἱστορεῖ Ἔφορος. ὥστε κατὰ τούτους πρὸ μὲν τοῦ Ὁμήρου ἐνενήκοντα ἦσαν, εἴτε Λεύκου πολιορκήσαντος τὰς δέκα, εἴτε καὶ ἄλλως πως, ἐπὶ δὲ τοῦ Ὁμήρου ἑκατόν. περὶ δὲ Κρήτης εἴρηται εἰς ἱκανὸν ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἱστοροῦνται δὲ καὶ ναυκρατῆσαί ποτε οἱ Κρῆτες, ὥστε καὶ παροιμία εἰς τοὺς προσποιουμένους ἀγνοεῖν ἅπερ ἀκριβῶς οἴδασιν αὕτη· «ὁ