Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.493
Not analysed yet
πολυπλήθειαν. πολλοὶ γὰρ ἀληθῶς εἶναι ἱστόρηνται. (v. 667) Τὸ δέ «ἄλγεα πάσχων», ὡς παρακολούθημα εἴρηκε τῶν πλανωμένων. εἰ γὰρ καὶ ἔπηλυς ἐλθὼν εἰς Ῥόδον ὁ Τληπόλεμος ἐκράτησεν, ἀλλὰ πολλὰ φθάσας ἔπαθεν ἀλγεινά, ὥστε εἴη ἂν καὶ ἡ ἄλη, ὅ ἐστιν ἡ πλάνη, ἄλγη τις ἐλλείψει τοῦ γ. (v. 668—70) Τὸ δέ «τριχθὰ ᾠκήθησαν» καὶ τὸ «καταφυλαδόν» τί δηλοῦσι, προγέγραπται. Τὸ δέ «ἐφιλήθησαν ἐκ Διός» πρὸς τὴν κοινήν φασι δόξαν εἴρηται. οἱ γὰρ πολλοὶ θεοφιλεῖς τοὺς πλουσίους οἴονται· τοιοῦτοι δέ ποτε περιᾴδονται οἱ Ῥόδιοι, περὶ ὧν ὁ μὲν ποιητὴς ἀνθρωπίνως καὶ ἀσφαλῶς λέγει, ὅτι θεσπέσιος πλοῦτος κατεχέθη αὐτοῖς, ὁ δὲ μῦθος, ὅτι χρυσῆν νεφέλην ὑπὲρ τῆς Ῥόδου μετεωρίσας ὁ Ζεὺς χρυσὸν τοῖς ἐκεῖ ἔβρεξεν, ἐπεί, φασί, πρῶτοι γεννωμένῃ τῇ Ἀθηνᾷ ἔθυσαν, ὡς καὶ Πινδαρικὸς παραλαλεῖ μῦθος, οὗ τάχα ὑπόμνησιν ἔχει καὶ ἐνταῦθα τὸ «πλοῦτον κατέχευε Κρονίων». τὸ γὰρ καταχέειν οὐκ ἀσυγγενὲς τῇ βροχῇ. καὶ ἄλλως δὲ ἐφιλήθησαν ἐκ Διὸς οἱ περὶ τὸν Τληπόλεμον ὡς βασιλεύσαντες ἐν τῇ Ῥόδῳ. Διῒ γὰρ φίλοι οἱ βασιλεῖς. (v. 669) Τὸ δέ «ὃς θεοῖς καὶ ἀνθρώποισιν ἀνάσσει», [ἁπλῶς οὕτω παραρριφὲν πρὸς ἐντέλειαν ἔπους καὶ οὐ πρός τι ἀναγκαῖον,] ἐφερμηνευτικόν ἐστι τοῦ «Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε», ὡς ταὐτὸν ὂν τρόπον τινὰ βασιλέα τε καὶ πατέρα εἰπεῖν, διὰ τὸ χρῆναι τὸν ἄρχοντα πατρὸς δίκην τῶν ὑπηκόων κήδεσθαι, ὃ καὶ ἐν Ὀδυσσείᾳ φανερῶς δηλοῦται, ὅπου λέγει· «πατὴρ δ' ὣς ἤπιος ἦεν». διὸ καὶ παρ' Ἡροδότῳ Καμβύσης μὲν δεσπότης, Κῦρος δὲ πατὴρ τοῖς Πέρσαις ἦν. ὁ μὲν γὰρ ἀγρίως ἦρχεν, ὁ δὲ ἠπίως. [Λαμβάνει δ' ἐκ τῆς ἐννοίας ταύτης ἀφορμὴν καὶ ὁ «παγκρατῆ» τὸν Δία εἰπών, ὡς πάντων ἀνάσσοντα. ὃ δὴ καὶ τῷ ὕπνῳ καθ' ἕτερον λόγον ἐπιλέγεται.] Θεσπέσιος δὲ πλοῦτος ἢ ὁ πολύς, ὃν θεὸς ἂν εἴποι, ἢ μᾶλλον ὁ ἐκ θεοῦ πεσὼν ἤτοι χεθείς, ὅθεν καὶ οἱ διϊπετεῖς γίνονται ποταμοί. Τὸ δὲ Κρονίων καὶ ἐνταῦθα ἐκτείνει τὴν παραλήγουσαν. (v. 671—5) Ὅτι Νιρεὺς τρεῖς νῆας ἦγε Σύμηθεν, ἤγουν ἀπὸ τῆς νήσου Σύμης, ὃν ἐξευτελίσαι μέλλων ἱστορικῶς ὁ ποιητής, ὡς καὶ ἀλαπαδνὸν καὶ βραχύπολιν, προλαμβάνει συνιστῶν ἄλλως διὰ ἐπιμονῆς ἐπαναληπτικῶς ὡς μνήμης ἄξιον. φησὶ γάρ, εἰ καὶ ὁ γραμματικὸς Ζηνόδοτος ἀθετεῖν τὰ ἐπαγόμενα λέγεται, ὅτι «Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα». καὶ ὅρα ὅπως τὸν καλὸν Νιρέα σχήματι κάλλους τῇ ἐπαναφορᾷ συνεξωράϊσε. φασὶ δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι οὐδὲν πρὸς δόξαν κάλλος ἀγεννές. τοῦτο δὲ εἶπον ἐκεῖνοι διὰ τὸ ἐπαγαγεῖν τὸν ποιητήν, ὅτι «ἀλλ' ἀλαπαδνὸς ἦν, παῦρος δέ οἱ εἵπετο»,