Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.492
Not analysed yet
συλλάβῳ. γίνεται δὲ ἐκ τῆς Ἡρακλῆος γενικῆς, οὗ κτητικὸν ἀρσενικὸν Ἡρακλήειος καὶ θηλυκὸν Ἡρακληείη. (v. 659) Ἔφυραν δὲ ὑποπτεύουσί τινες ἐνταῦθα τὴν Θεσπρωτικὴν λέγεσθαι, τὴν μετονομασθεῖσαν Κέρκυραν, λέγοντες καὶ Σελλήεντα ποταμὸν Θεσπρωτίας. διάφοροι δὲ Ἔφυραι, εἴπερ ὁ Γεωγράφος καὶ εἰς ἐννέα ταύτας μετρεῖ. εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ περὶ Κυλλήνης πρὸ τούτων λόγῳ· καὶ ἐν τοῖς ἑξῆς εἰρήσεταί που. περὶ πάσας δὲ ἢ τὰς γοῦν πλείους Ἐφύρας ἱστορεῖται Σελλήεις ῥέειν ποταμὸς συναμφιβαλλόμενος καὶ αὐτός, ὅτε που Ἔφυρα ἀμφιβάλλεται. (v. 660) Ἔοικε δὲ καὶ πολλὰς ἡ τοιαύτη Ἔφυρα πόλεις ἔχειν περὶ αὐτήν, ὡς δηλοῖ τὸ «πέρσας ἄστεα πολλά», τουτέστι πορθήσας. τοῦτο δὲ σχῆμά ἐστι καινόν, ἤγουν τὸ «βίη Ἡρακλέος πέρσας ἄστεα πολλά», καὶ ὡς εἰπεῖν σολοικοφανές. καὶ ὡμοίωται τῷ «ψυχὴ Θηβαίου Τειρεσίου χρύσεον σκῆπτρον ἔχων». ὥσπερ γὰρ ἐν τούτῳ οὐ πρὸς τὸ λεγόμενον ἤγουν πρὸς τὸ «ψυχὴ Τειρεσίου» ἀποδέδοται τὸ ἔχων, ἀλλὰ πρὸς τὸ νοούμενον—ψυχὴ γὰρ Τειρεσίου ὁ Τειρεσίας νοεῖται, ὃς καὶ ἔχων σκῆπτρον ἀσολοικίστως λεχθήσεται—οὕτω καὶ ἐνταῦθα βίη Ἡρακλέος ὁ Ἡρακλῆς ἐστιν, ὃς καὶ πέρσας λέγεται ἄστεα πολλά. [Τὸ δέ «διοτρεφέων αἰζηῶν» ταὐτόν ἐστι τῷ βασιλικῶν ἀνδρῶν, οἷς δηλαδὴ πόλεις ἀνάκεινται.] (v. 661) Εὔπηκτον δὲ μέγαρον τὸ εὐπαγὲς λέγει καὶ στερεόν. οὕτω δὲ καὶ τὸ πηκτὸν νοεῖται ἄροτρον καὶ τὸ νῆας ἔπηξεν, ἀντὶ τοῦ συνεστήσατο στερεῶς, ὅπερ παράγει καὶ τὸν ναυπηγὸν καὶ τὴν Ναύπακτον δέ, ὡς ἐν ἄλλοις εἴρηται. (v. 662) Τὸ δὲ κατέκτα συστέλλει τὴν λήγουσαν κατὰ τοὺς παλαιούς, ὡς μὴ ὂν δευτέρας συζυγίας, ἀλλὰ ἀποκοπὲν ἐκ τοῦ ἔκτανε. (v. 663) Τὸ δέ «ἤδη γηράσκοντα» ἢ ἁπλῶς οὕτω παρέρριψεν ἤ, ἵνα σεμνύνῃ τὸν Λικύμνιον. οὐκ ἂν γὰρ τάχα ὁ Τληπόλεμος Λικύμνιον τὸν τοῦ Ἄρεος ὄζον οὕτω ῥᾳδίως ἀνεῖλεν, εἰ μὴ ἐγήρασκε. (v. 664) Τὸ δὲ ταχὺ νῆας πῆξαι τὸ τάχος ἐνδείκνυται τοῦ φυγεῖν σπεύδοντος. Τὸ δέ «πολὺν λαὸν ἀγείρας» εἰς πιθανότητα κεῖται τοῦ ἁλῶναι τὴν Ῥόδον οὕτω ῥᾳδίως καὶ οἰκηθῆναι ὑπὸ τῶν περὶ τὸν Τληπόλεμον. (v. 665) Τὸ δὲ ἠπείλησαν λέγεται μέν ποτε καὶ παθητικῶς, δηλοῖ δέ, ὡς οἱ παλαιοί φασι, πολιτικὴν ἡμερότητα. Ἑλληνικὸν γάρ, φασί, τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον, ὥστε Σόλων, φασίν, ἐντεῦθεν λαβὼν ὥρισε τοῦτο. (v. 666) Τὸ δέ «υἱοὶ καὶ υἱωνοὶ Ἡρακλέος» τὴν τῶν Ἡρακλειδῶν δηλοῖ