Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.495
Not analysed yet
ποιήσει διδάσκει ὁ ποιητής. (v. 675) Ἐν δὲ τῷ «ἀλλὰ ἀλαπαδνὸς ἦν» λέγουσιν, ὅτι ἀπήλλαξεν ἡμᾶς ὁ ποιητὴς τῆς εἰσέπειτα ζητήσεως, τουτέστιν ἐμάθομεν ἀλαπαδνὸν τὸν Νιρέα καὶ οὐκέτι ζητήσομέν που αὐτὸν ἐν τοῖς ἐφεξῆς, ὃ δὴ καὶ ἐπὶ τοῦ Θερσίτου, ἄλλως μέντοι, πεποίηκεν. (v. 676—80) Ὅτι Θεσσαλὸς υἱὸς Ἡρακλέος, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος, τριάκοντα νηῶν ἀρχηγοί. ὧν οἱ στρατιῶται «Νίσυρον εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλου πόλιν νήσους τε Καλύδνας». Τούτων δὲ ἡ μὲν Κάσος οὐ περιᾴδεται τοῖς παλαιοῖς. περὶ δὲ Νισύρου καὶ τῆς Κῶ καὶ Καλυδνῶν καὶ Καρπάθου, ἣν Κράπαθον ὁ ποιητὴς εἶπε μεταθέσει τοῦ ρ, δι' εὐχρηστίαν μέτρου, ὁμοίως τῷ καρδία κραδία, ἐν τοῖς τοῦ Περιηγητοῦ τὰ δέοντα γέγραπται. νῦν δὲ ὡς ἐν βραχεῖ ταῦτα ῥητέον. ὅτι ἐν Νισύρῳ οἶνος ἀγαθός, ὁ ἐξ αὐτῆς Νισύριος καλούμενος, καὶ ὅτι ἐκτείνει τὴν ἄρχουσαν διὰ τὸ μέτρον καὶ ὅτι ἀπὸ τῆς Καρπάθου Καρπάθιον τὸ ἐκεῖ πέλαγος συνάπτον τῷ Ἰκαρίῳ κατὰ τὸν Γεωγράφον. ἦν δέ, φησί, τετράπολις ἡ Κάρπαθος καὶ ὄνομα εἶχεν ἀξιόλογον. μία δὲ τῶν αὐτῆς πόλεων ἐκαλεῖτο Νίσυρος ὁμωνύμως τῇ νήσῳ Νισύρῳ, ἣ μία μὲν τῶν Κυκλάδων λέγεται. Πορφυρὶς δέ ποτε ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων ἐκαλεῖτο. [Ἔβλαστε δὲ καὶ παροιμία ἐκ Καρπάθου ἐπὶ τῶν πραγματευσαμένων ἑαυτοῖς τὰ εἰς βλάβην τὸ «ὁ Καρπάθιος τὸν λαγῳόν», ἐπειδὴ τῆς νήσου μὴ ἐχούσης τοιαῦτα ζῷα κομίσαντες ἄλλοθεν οἱ νησιῶται εἰς κακὸν ἐκείνων ἀπήλαυσαν κειρόντων τὰ σπόριμα.] (v. 677) Τῆς δὲ Κῶ νήσου Κῷος τὸ ἐθνικόν, ὥσπερ δὴ καὶ τῆς ἐν αὐτῇ πόλεως, ἣν πόλιν Εὐρυπύλου λέγει ὁ ποιητής, υἱοῦ Ἡρακλέος καὶ Χαλκιόπης, εὐκλεῶς ἐκεῖ βασιλεύσαντος. Ἰστέον καὶ ὅτι ἡ Κῶς αὕτη Μερόπη καὶ Μεροπηῒς ἐλέγετο ἀπὸ Μερόπων, ἔθνους ἢ γένους οἰκησάντων αὐτήν, ἢ ἀπὸ Μέροπος, οὗ θυγάτηρ Κῶς, ἧς φασιν ἡ νῆσος ἐπώνυμος. καὶ ὅτι δισυλλάβως Κώως λέγεται διὰ δύο μεγάλων ω καὶ Κόως διὰ μικροῦ ο καὶ μεγάλου, ἐξ οὗ τὸ «Κόων εὖ ναιομένην» παρὰ τῷ ποιητῇ καὶ Κόος δὲ διὰ δύο ο μικρῶν,