Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.496
Not analysed yet
ὧν συναιρεθέντων ἔοικε γενέσθαι ἡ Κῶς. κατὰ δέ τινας καὶ ὡς πολυπρόβατος οὕτω καλεῖται· κόον γάρ φασι κατὰ γλῶσσαν τὸ πρόβατον λέγεσθαι. εὕρηται δὲ καὶ Κέως λεγομένη ὡς ἡ Τέως. ἧς ἐθνικὸν Κέϊος καὶ ἐκτάσει Κήϊος, ὡς Τέϊος Τήϊος, καὶ ἐν συναιρέσει Κέϊος Κεῖος. τῆς δὲ Κῶ κτητικὸν εὕρηται παρὰ Πορφυρίῳ Κωακόν. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορίαν Κῶς ἐλέγετο καὶ ὄρυγμά τι ἐν Κορίνθῳ, οὗ καθείργνυον, φησί, φῶρας καὶ δραπέτας. [Ἡ δὲ τοιαύτη λέξις δοκεῖ καὶ τοῖς ὀρεσκῴοις ἐγκεῖσθαι, οἵπερ εἰσὶ θῆρες ὀρεινοῖς ὀρύγμασιν ἐνοικοῦντες, ὁποῖά τινα καὶ τὰ σπήλαια.] Ἐλέγετο δὲ καὶ κῶος. καὶ κῶες δὲ οἱ ἐν ταύτῃ ἀνατραφέντες. καὶ πάντα δέ, φησί, σπήλαια καὶ κοιλώματα γῆς κώους οἱ παλαιοὶ ἔλεγον. Ἰστέον δὲ καί, ὡς, εἰ καὶ ἐκαλεῖτο Κέως δισυλλάβως, ὡς ἐρρέθη, ἡ λεχθεῖσα Κῶς, ἀλλ' ἑτέρα πάντως τῆς Κέω τῆς ἐγγιζούσης τῇ Ἑλένῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς εἰρήσεται. Τὸ δέ «νήσους Καλύδνας» οὐ πρὸς διαστολὴν εἴρηται χερσαίων Καλυδνῶν, ἀλλὰ διὰ σαφήνειαν, ἵνα εἴη δῆλον, ὅτι νῆσοι αἱ Καλύδναι εἰσίν, ἃς ἕτεροι διὰ τοῦ μ γράφουσι Καλύμνας. ὅτι δὲ ἀγαθὸν μέλι τὸ Καλύδνιον, κεῖται καὶ αὐτὸ ἐν τοῖς τοῦ Περιηγητοῦ. ὁ δὲ Γεωγράφος χωρίου τινὸς μέμνηται καρτερωτάτου Καλυδνίου καλουμένου, ᾧ λῃστηρίῳ ἐχρήσατο Κλέων ὁ ἀπὸ Γόρδου κώμης, ὁ τῶν λῃστηρίων ἡγεμών, ὃς ἀποστάς, φησίν, Ἀντωνίου καὶ προσθέμενος Καίσαρι ἐτιμήθη πλέον ἢ κατ' ἀξίαν καὶ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα· ἱερεὺς δὲ γεγονώς, ὅπου ὁ Γεωγράφος λέγει, ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον ὀξείᾳ νόσῳ κατὰ μῆνιν θεοῦ. οὐ γὰρ διετέθη ὡς ἱερεὺς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν. λέγει δὲ ἡ γεωγραφικὴ ἱστορία καί, ὅτι αἱ Καλύδναι κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦν κεῖνται—ἀκρωτήριον δέ ἐστι τὸ Λεκτόν—καὶ ὅτι Καλύδναι νῆσοι κατά τινας αἱ Σποράδες, ὧν μία Καλύδνα, ἐξ ἧς αἱ παρακείμεναι καλοῦνται. οἱ δὲ μίαν νῆσον Καλύδνας φασὶ κληθῆναι πληθυντικῶς, ὡς Ἀθήνας καὶ Θήβας. (v. 681—5) Ὅτι μέχρις ὧδε ὁ ποιητὴς ἀπνευστὶ ὥσπερ ὑποφητεύσας ταῖς Μούσαις, ἀφ' οὗ ἀπετείνατο πρὸς αὐτὰς ἐν τῷ «ἔσπετε νῦν μοι Μοῦσαι, οἵ τινες ἡγεμόνες Δαναῶν» καὶ τὰ ἑξῆς, ἐνταῦθα καταστατικῶς καί, ὡς οἱ παλαιοὶ δέ φασιν, ἠθικῶς ἐπιστρέφει τὸν λόγον ἐπὶ Ἀχιλλέα καὶ δευτέραν αὐτὸν ἀρχὴν Καταλόγου ποιεῖται εἰπών· «νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖν' ἐνέμοντο, οἵ τ' εἶχον Φθίην καὶ