Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.508
Not analysed yet
τοῦ ἐθνικοῦ, καὶ Σκύθης ὁ Ἀκαδημαϊκὸς σοφὸς κατὰ φωνὴν ἐθνικὴν καὶ Μαίων Αἱμονίδης ὁμωνυμῶν τῷ Λυδικῷ ἐθνικῷ Μαίονι. οὕτως οὖν καὶ Δάρδανος εἴη ἂν κύριον, ὃς ἀνεῖλε Πρωτεσίλαον, ὥσπερ κύριον καὶ ὁ Δάρδανος, ὃν ἀνελεῖ ὁ Ἀχιλλεύς, ὃς καὶ Τρῶα ῥίπτει που Ἀλαστορίδην, ὁμώνυμον τῷ ἐθνικῷ Τρωΐ. εἰ δέ τι δοκεῖ ἐμποδὼν εἶναι εἰς τοῦτο προσκείμενον τὸ «ἀνήρ»—οὐδεὶς γὰρ ἄν, φασίν, εἴποι Πρίαμος ἀνήρ—ἐνθυμητέον τὸ «φῶτα Ἡρακλέα», ὅμοιον ὂν τῷ Δάρδανον ἄνδρα καὶ Δάρδανος ἀνήρ. Παλαίφατος δέ, φασίν, ἱστορεῖ, ὅτι Αἰνείας ἀνεῖλε τὸν Πρωτεσίλαον· ἕτεροι δὲ ὑπὸ Ἀχάτου αὐτὸν πεσεῖν φασιν, ἑταίρου Αἰνείου· τινὲς δὲ Δάρδανον ἄνδρα ἐνταῦθα τὸν Ἕκτορα νοοῦσιν, ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασιν, ὅτι ἐὰν ὁ Ἕκτωρ ἔρριψε τὸν Πρωτεσίλαον, εἶχεν εἰπεῖν ὅτι τὸν ἔκτανε φαίδιμος Ἕκτωρ ἢ Δάρδανος Ἕκτωρ. (v. 702) Ὅρα δὲ τὸ «νηὸς ἀποθρῴσκοντα». οὐ γὰρ εἶπεν ἐκθορόντα, ἀλλ' ἔτι ἀποθρῴσκοντα· τοῦτο δὲ τὸν βαλόντα σεμνύνει, ὡς οὕτω ταχὺ διαχειρισάμενον τὸν Πρωτεσίλαον. [Ἰστέον δὲ ὅτι τὸ θρῴσκειν οὕτω παράγουσιν οἱ παλαιοί. θορῶ ἢ θόρω βαρυτόνως τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, ὡς ῥυΐσκω, τελίσκω, καὶ ὑπερθέσει θροΐσκω, καὶ ἐκτάσει καὶ προσγραφῇ ἀναγκαίᾳ τοῦ ι θρῴσκω.] Τὸ δὲ πολὺ πρώτιστόν τινα τῶν ἀντιγράφων πολυπρώτιστον ὑφὲν γράφουσι. τοῦτο δὲ καὶ φερωνυμίαν τινὰ παραλαλεῖ τῆς τοῦ Πρωτεσιλάου κλήσεως, ὡς μὴ ἁπλῶς πρώτου ἐν λαῷ τῷ Ἀχαϊκῷ, ἀλλὰ ὡς πολὺ πρωτίστου καὶ πηδήσαντος καὶ πεσόντος. ἐκ τοῦ πρωτεύσω δὲ μέλλοντος παρήχθη τὸ Πρωτεσίλαος. οἱονεὶ γὰρ Πρωτευσίλαος καὶ ἀπελεύσει τοῦ υ Πρωτεσίλαος. Τὸ δὲ πολὺ πρώτιστον πρὸς διαστολὴν εἴρηται. πολλῶν γὰρ ἐκθορόντων καὶ πεσόντων ἀεὶ πρῶτος ὁ πρό τινος πίπτων. πολὺ δὲ πρώτιστος ὁ Πρωτεσίλαος. περὶ οὗ σημείωσαι, ὅτι κοινῶς μὲν λεγόμενος πίπτει εἰς μέτρον Ὁμηρικόν, Ἀττικῶς δὲ οὔ. Πηνέλεων μὲν γὰρ ἐρεῖ τις καὶ Ἰόλεων, Πρωτεσίλεων δὲ οὐκ ἂν εἴπῃ, εἴπερ οὐδὲ Μενέλεων. οὐ γὰρ παραληπτέα τὰ τοιαῦτα εἰς μέτρον δακτυλικόν. (v. 707) Τὸ δέ «ὃ δ' ἄρα πρότερος» ἐφερμηνευτικόν ἐστι τοῦ «ὁπλότερος γενεῇ», ἵνα μή τις ὁπλότερον νοήσῃ τὸν θρασύτερον. (v. 711—5)