Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.507
Not analysed yet
μετὰ τὸν τοῦ ἀνδρὸς θάνατον, περὶ ἧς λόγος φέρεται τοιοῦτος. Πρωτεσίλαος καὶ μετὰ θάνατον ἐρῶν τῆς γυναικὸς κατὰ μῆνιν Ἀφροδίτης ᾐτήσατο τοὺς κάτω σθένοντας ἀνελθεῖν καὶ ἀνελθὼν εὗρεν ἐκείνην ἀγάλματι αὐτοῦ περικειμένην. αἰτήσαντος δέ, φασί, μὴ ὑστερεῖν αὐτοῦ ξίφει διεχρήσατο ἑαυτήν. Ἕτεροι δὲ ἄλλως φασὶ τὴν Λαοδάμειαν καὶ τεθνεῶτος τοῦ Πρωτεσιλάου ἔρωτι ἐκκαίεσθαι χόλῳ Ἀφροδίτης. ἀγγελθέντος γὰρ τοῦ πάθους οὐ μόνον χαλεπῶς ἤνεγκε, φασίν, ἀλλὰ καὶ ἀναγκαζομένη πρὸς τοῦ πατρὸς γάμῳ δευτέρῳ ζευχθῆναι οὐκ ἀπέστη τοῦ ἐρᾶν, ἀλλὰ κατεχομένη ἐνυκτέρευε μετὰ τοῦ ἀνδρός, μᾶλλον αἱρουμένη τὴν πρὸς τὸν τεθνεῶτα, φασί, συνουσίαν ἢ τὴν πρὸς τοὺς ζῶντας ὁμιλίαν, καὶ ἐξέλιπεν ὑπ' ἐπιθυμίας. μεμύθευται δὲ ταῦτα διὰ τὸ ἐκείνης φίλανδρον ἀνειδωλοποιουμένης, ὡς εἰκός, τὸν ἄνδρα καὶ συνεῖναι δοκούσης αὐτῷ καὶ θανόντι. Δῆλον οὖν, ὡς κατὰ τοὺς λόγους τούτους οἱ ἀμέτρῳ ἔρωτι κάτοχοι σκωφθήσονται, ὡς ἄρα καὶ θανόντες ἐρῷεν ἄν, κατὰ τὸν ἐπὶ Πρωτεσιλάῳ μῦθον καὶ τῇ αὐτοῦ γυναικί. (vs. 701) Δάρδανος δὲ ἀνήρ, ὡς ὁ Πορφύριος ἄριστα διασκευάζει, ἢ κατὰ γένος ὁ ἐκ τῶν Δαρδάνων, ὡς καὶ ἐπὶ Πατρόκλου, ὃν βάλε Δάρδανος ἀνήρ, ὅπερ οὕτω δόξαν τῷ ποιητῇ διασαφεῖ ἐκεῖ. ποῖος Δάρδανος; Πανθοΐδης Εὔφορβος. καί φασιν οἱ παλαιοί, ὅτι, εἴπερ ἦν τῶν ἐνδόξων ὁ ἀνήρ, ἐμνήσθη ἂν αὐτοῦ ὁ ποιητής, καὶ ὅτι παθαινόμενος οἷον ὁ ποιητὴς ἐπὶ τῷ ἥρωϊ ὀκνεῖ πρὸς ὄνομα εἰπεῖν τὸν ἀνελόντα, ἵνα μὴ ἀοίδιμος εἴη, ὥς που καὶ ὁ τὸν τῆς Ἐφεσίας ναὸν Ἀρτέμιδος ἐμπυρίσας ἐσιγήθη ἐπίτηδες κοινῷ ψηφίσματι παλαιῷ, ἵνα μὴ περιώνυμος εἴη τοῖς εἰς ἔπειτα. ἤγουν Δάρδανον ἄνδρα, ὡς ἐρρέθη, νοήσει τις ἀορίστως κατὰ ἐθνικὸν εἶδος ἢ ὀνοματικῶς, τουτέστι κατὰ κύριον ὄνομα ὁμώνυμον τῷ ἐθνικῷ, ὥσπερ καὶ Ἀχαιὸς κατὰ τὸν αὐτὸν Πορφύριον τραγῳδίας ποιητὴς Ἐρετριεύς, ὁμώνυμος τῷ ἐθνικῷ, καὶ Λίβυς ὁμοίως ὁ Λυσάνδρου ἀδελφὸς καὶ Ἐπειὸς ὁ τέκτων τοῦ δουρείου ἵππου, κατὰ ὁμωνυμίαν Ἐπειοῦ