Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.512
Not analysed yet
»τόξων εὖ εἰδότες ἶφι μάχεσθαι». ἦσαν δὲ περὶ αὐτόν «οἳ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν εἶχον καὶ Ὀλιζῶνα τρηχεῖαν». εἶτα σχηματίζων τὰ κατὰ Φιλοκτήτην τρόπον τινὰ ὡς τὰ τοῦ Ἀχιλλέως καὶ τὰ τοῦ Πρωτεσιλάου φησίν· «ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον Ἀχαιοὶ ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθ' ὅ γε κεῖτ' ἀχέων, τάχα δὲ μνήσεσθαι ἔμελλον» αὐτοῦ Ἀργεῖοι. οὐ μὴν οὐδὲ οὗτοι ἄναρχοι ἦσαν. ἐπόθουν γε μὴν τὸν ἀρχηγόν. ἀλλὰ Μέδων ἐκόσμησεν αὐτοὺς Ὀϊλέως νόθος υἱός, ὃν ὑπ' αὐτῷ Ῥήνη ἔτεκε. καὶ τοῦτο μὲν ὅμοιον τοῖς περὶ Πρωτεσίλαον. ἔφη γὰρ καὶ ἐκεῖ «οὐδὲ μὲν οὐδ' οὗτοι ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν, ἀλλ' ἐκόσμησεν αὐτοὺς ὁ δεῖνα». τὸ μέντοι «ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο» καὶ τὸ «ἔνθα ὅ γε κεῖτο ἀχέων» καὶ τὸ «τάχα δὲ μνήσεσθαι ἔμελλον» ἐοίκασι τοῖς τοῦ Ἀχιλλέως, πλὴν ὅσον ἐκεῖ μὲν εἶπε «τάχα δ' ἀνστήσεσθαι ἔμελλεν», ἐνταῦθα δέ· «τάχα δὲ μνήσεσθαι ἔμελλον». οὕτω μεθοδεύει δεξιῶς ἡμῖν ὁ ποιητὴς τὰς τῶν πραγμάτων ὁμοιότητας ἐν ὁμοιοτροπίᾳ λόγου διεξάγειν, μὴ δεδιότας ἀδολεσχίας ἢ πενίας τῆς ἐν λόγῳ κατέγκλησιν. (v. 716) Ἰστέον δὲ ὅτι ἡ Μηθώνη ἔκτασιν ἔπαθε κατὰ τοὺς παλαιοὺς τῆς ἀρχούσης ἤγουν τῆς με συλλαβῆς. Μεθώνη γὰρ ὤφειλε ῥηθῆναι. τρεῖς δέ, φασί, Μεθῶναι, ἡ ἐν Μακεδονίᾳ, ἄποικος Ἐρετριέων, καὶ ἡ ὑπὸ τῷ Φιλοκτήτῃ καὶ ἡ περὶ Τροιζῆνα. καὶ τοῦτο μὲν οἱ Σχολιασταὶ οἱ λέγοντες καί, ὅτι τοὺς τοιούτους Μεθωναίους οἱ μὲν Αἰολεῖς φασίν, οἱ δὲ Ἀχαιούς, οἱ δὲ Ἐνιᾶνας· ἕτεροι δὲ περὶ Τροιζῆνα μὲν καὶ Μακεδονίαν Μεθώνης οὐ μέμνηνται, ἄλλως δὲ ἀριθμοῦσι τρεῖς Μεθώνας λέγοντες, ὅτι Μεθώνη Φιλοκτήτου ἑτέρα τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος, ἔνθα δηλαδὴ καὶ ὁ Ἀστὴρ στρατιώτης οὕτω καλούμενος τοξεύσας ἔβλαψε τὸν Φίλιππον εἰς ὀφθαλμόν. ἔστι δὲ καὶ ἑτέρα, φασί, Πελοποννησία. ὁ δὲ τὰ Ἐθνικὰ γράψας Θρᾳκίαν καὶ αὐτὸς ἱστορεῖ Μεθώνην, ἔτι δὲ καὶ περὶ Μακεδονίαν, κληθεῖσαν οὕτω παρὰ τὸ μέθυ. πολύοινος γάρ, φησί. καὶ Λακωνικὴ δέ, φησί, Μεθώνη ἐστίν. αὕτη δὲ μέχρι καὶ εἰσάρτι φυλάσσει τὴν κλῆσιν ταύτην. ταύτης ὁ πολίτης Μεθωναιεύς, φησίν, ὡς Κορωναιεύς. Πορφύριος δὲ Φθίους τοὺς ἐκ τῆς ὑπὸ τῷ Φιλοκτήτῃ Μεθώνης καλεῖσθαι ἱστορεῖ λέγων, ὅτι τῶν περὶ Μεθώνην, οὓς Φθίους λέγει ὁ ποιητής, ἡγεῖτο Φιλοκτήτης. ὁ Γεωγράφος δὲ οὐ τοὺς περὶ Μεθώνην μόνους Φθίους φησὶ λέγεσθαι, ἀλλά, ὡς καὶ προείρηται, κοινῶς τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. [Ἰστέον δὲ ὅτι, καθὰ ἡ Θρᾳκικὴ Μεθώνη