Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.513
Not analysed yet
παρὰ τὸ μέθυ ἐρρέθη, οὕτω καὶ ἡ Λεσβικὴ Μήθυμνα. Μέθυμνα γὰρ διὰ τὸν Διόνυσον καὶ ἐκτάσει τῆς ἀρχούσης Μήθυμνα, ὁμοίως τῷ Μεθώνη, Μηθώνη.] Τὴν δὲ Θαυμακίαν πόλιν Μαγνησίας ὁ τῶν Ἐθνικῶν συλλέκτης φησὶ λέγων καὶ ἑτέραν εἶναι Θαυμακίαν κατὰ τὸν Μηλιᾶ κόλπον καὶ νῆσον δὲ ὁμώνυμον. οἱ δὲ πολῖται τῆς Θαυμακίας Θαυμακοί. (v. 717) Τῆς δὲ Μελιβοίας τὸ ἐθνικὸν Μελιβοεύς. ὁρᾷ δέ, φασίν, αὕτη καὶ ἡ Ὀλιζὼν πρὸς τὸ Αἰγαῖον. ἐκλήθη δὲ ἡ ῥηθεῖσα πόλις Μελίβοια ὁμωνύμως ἡρωΐδι γυναικί, ὡς ἐν τῷ περὶ Μαγνήτων λόγῳ δηλωθήσεται. Ἡ δὲ Ὀλιζὼν καὶ ὀξύνεται καὶ φυλάσσει τὸ ω ἐν ὅλῃ τῇ κλίσει· φασὶν οὖν Ἀπίων καὶ Ἡρόδωρος Ὀλιζῶνα ὡς Μεδεῶνα, δηλοῦντες ὡς ἐν ὀλιγίστῳ, ὅτι ὥσπερ ἡ Μεδεών, οὕτω καὶ ἡ Ὀλιζὼν παρακατέχουσι διόλου τὸ ω. ὀξύνεται δέ, φασίν, ἡ Ὀλιζὼν πρὸς διαστολὴν τοῦ ὀλίζων ἤτοι ὀλίγος, ὡς τὸ «λαοὶ δ' ὑπ' ὀλίζονες ἦσαν». Θετταλοὶ γάρ, φασί, τὸ μικρὸν ὄλιζον καλοῦσιν· ὅθεν καὶ ἡ πόλις ἐκλήθη διὰ τὸ μικρὰ εἶναι. ὁ πολίτης ταύτης Ὀλιζώνιος. Ὅρα δέ, ὅτι ἕτεροι φανερῶς οἱ Ὀλιζώνιοι οὗτοι τῶν Ἀσιανῶν Ἁλιζώνων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Αἰολικοὶ δὲ οἱ Ὀλιζώνιοι, ὡς δηλοῖ καὶ ὁ Πορφύριος ἱστορῶν, ὅτι Φιλοκτήτης ἐρώμενος Ἡρακλέος ἐκ Μεθώνης καὶ Μελιβοίας καὶ Ὀλιζῶνος Αἰολέων στρατὸν συλλέξας ἑπτὰ ναυσὶν ἀφίκετο εἰς Αὐλίδα, οὗ ἐν Λήμνῳ καταλειφθέντος Μέδων, νόθος ἀδελφὸς Αἴαντος τοῦ μικροῦ, αὐτῶν ἡγήσατο. περὶ δὲ Λήμνου γέγραπται καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (v. 718) Τὸ δέ «τόξων εὖ εἰδώς» ταὐτόν ἐστι τῷ εἰδήμων ὢν καὶ ἐπιστήμων τῶν τόξων. διὸ καὶ γενικῇ συντάσσεται πανταχοῦ. τὸ μέντοι ἐπαγόμενον τὸ «τόξων εὖ εἰδότες ἶφι μάχεσθαι» δίδωσι καὶ ἄλλως νοεῖν. εἰ γὰρ τοῦτο συμβιβασθείη οὕτω πως· «εὖ εἰδότες», ἤτοι μεμαθηκότες, «ἶφι μάχεσθαι διὰ τῶν τόξων», ὡς λειπούσης τῆς διά προθέσεως, δύναταί τις εἰπεῖν καὶ τὸ τόξων εὖ εἰδότες ἀντὶ τοῦ διὰ τῶν τόξων τεχνῖται ὄντες. ἵνα δὲ μὴ ἀπεναντίας ἥκῃ τις τῇ καθωμιλημένῃ ἀρεσκείᾳ τῶν παλαιῶν, θεραπευτέον καὶ τὸ τόξων εὖ εἰδότες ἶφι μάχεσθαι καὶ τὸ τόξων εὖ εἰδὼς ἐπίσης, ἵνα ὥσπερ τόξων εὖ εἰδὼς λέγεται κατὰ τοὺς παλαιοὺς ὁ τοῦ τοξεύειν ἴδρις,