Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.522
Not analysed yet
τῶν Αἰθίκων τοὺς Κενταύρους ἀφώρισε», φασὶν οἱ παλαιοί, ὅτι τοῦτο μὲν ἀληθές, ἐκεῖνο δὲ μεγαλοποιῶν ὁ Νέστωρ εἶπεν, ἐν τῇ αʹ δηλαδὴ ῥαψῳδίᾳ, τὸ «καὶ ἐκπάγλως ἀπώλεσαν». ἀληθῶς γὰρ οὐκ ἀπώλοντο οἱ ῥηθέντες θῆρες, ἀλλ' ἀπελήλαντο. (v. 738) Ἰστέον δέ, ὅτι ἐν τῷ «οἳ δ' Ἄργισσαν» καὶ ἑξῆς ὁ Γεωγράφος εἰπὼν ἐπὶ τῷ Πηνειῷ κεῖσθαι τὴν Ἄργισσαν λέγει καί, ὅτι ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος νεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτώνης πόλεως Περραιβικῆς, ταπεινώσαντες δὲ αὐτοὺς Λαπίθαι, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, κατέσχον τὰ χωρία, οἳ καὶ τὸ Πήλιον κατεκτήσαντο καὶ βιασάμενοι τοὺς ἐκεῖ Κενταύρους ἄγριόν τι φῦλον ἐκ τοῦ Πηλίου ὦσαν καὶ Αἰθίκεσσι πέλασαν, Λαπίθαις δὲ τὰ πεδία παρέδωκαν. (v. 740) Τὸ δὲ Πολυποίτης ὄνομα ἐνταῦθα φερώνυμον οἱ παλαιοὶ λέγουσι, φάμενοι οὕτως αὐτὸν ὀνομασθῆναι, διότι ὁ πατὴρ πολλοῖς ποινὴν Κενταύροις ἐπέθετο ἐγχειρήσασιν ἐνυβρίσαι τοῖς γάμοις τῆς μητρὸς αὐτοῦ. οἱονεὶ γοῦν Πολυποινίτης καὶ ἐν συγκοπῇ Πολυποίτης. καὶ ἔστι, φασίν, ὅμοιον τῷ Τισαμενός. υἱὸς δὲ οὗτος Ὀρέστου τὴν κλῆσιν εὑρὼν ἀπὸ τοῦ τὸν πατέρα Ὀρέστην τίσασθαι τοὺς φονέας τοῦ πατρός. [καὶ ἄλλως δὲ δόξοι ἂν τῷ Πολυποίτῃ ἢ ἡ πόα ἐγκεῖσθαι ἢ ὁ πότος ἢ τὸ ποιεῖν.] Ἱστοροῦσι δὲ καί, ὅτι τὸν Πολυποίτην καὶ τὸν Λεοντέα εἵλοντο ἀρχηγὸν οἱ ἐγχώριοι Πειριθόου εἰς Ἅιδην σὺν τῷ Θησεῖ κατελθόντος, ὡς ὁ μῦθος λέγει, καὶ ὅτι μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου πεζῇ ἐλθόντες Ἄσπενδον τῆς Παμφυλίας ἔκτισαν. Ὅτι δὲ ἀνδρεῖος καὶ ὁ τοῦ Λεοντέως πάππος Καινεὺς καὶ ὅτι Λαπίθης καὶ αὐτός, δῆλόν ἐστιν. εὖ τοίνυν ὁ Πολυποίτης τὸν ὅμοιον προσεταιρίζεται. [Οὐκοῦν ἐν τῷ «Λεοντεύς, ὄζος Ἄρηος», Ἄρης νοοῖτ' ἂν οἱ πρὸς γένους αὐτῷ ἀρεϊκοὶ ἄνδρες. Ἰστέον δέ, ὅτι σπέρμα μὲν εἰπεῖν Ἄρεος ἢ Διὸς ἐκ τῆς κατὰ γένεσίν ἐστιν ἀρχῆς, ὄζον δὲ ἐκ τῶν ὕστερον, ὡς καὶ εἴ τις ἀκρέμονα ἢ παραφυάδα ἐν τοιούτοις ἐρεῖ.] (v. 748—55) Ὅτι «Γουνεὺς ἐκ Κύφου ἦγε δύο καὶ εἴκοσι νῆας. τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκία ἔθεντο, οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρήσιον ἔργα ἐνέμοντο, ὅς ῥ' ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ», τουτέστιν ἀπόρροια. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ὀδυσσείᾳ, λαμβάνεται δέ ποτε καὶ ἐπὶ