Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.521
Not analysed yet
κειμένη, ὡς καὶ ἡ προρρηθεῖσα Ἠλώνη· ὁ δὲ τοῖς Ἐθνικοῖς ἐνδιατρίψας Μαγνησίας πόλιν λέγει αὐτήν. δοκεῖ δὲ φυλάσσειν καὶ νῦν τὴν κλῆσιν παραφθειρομένη βαρβαρικῶς. ἴσως γὰρ αὕτη ἐστὶν ἡ ἄρτι λεγομένη Ἐλασσών. (v. 741) Πειρίθοος δέ, ὃν ἡ κοινὴ συναίρεσις Πειρίθουν λέγει, κεῖται καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ὡς περίκλυτος. (v. 742) Τὸ δέ «κλυτὸς Ἱπποδάμεια» δυσὶ διαλέκτοις ὑπόκειται. φασὶ γὰρ οἱ παλαιοί, ὅτι Δωρικὴ καὶ Ἀττική ἐστιν ἡ τοιαύτη ἐναλλαγὴ τῶν γενῶν. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα πολλαχοῦ δηλούμενα, ὧν καὶ τὸ «ἐν Πύλῳ ἐν νεκύεσσι», τουτέστιν ἐν τῇ κατὰ νεκροὺς πύλῃ, καὶ τὸ «ἀγγελθεῖσά μοι γενναῖος» καὶ «πλάνος φρενῶν», ἡ πλάνη, καὶ «φαῦλος οὖσα» καὶ «ὁδὸς λεῖος» καὶ «ἡ θυραῖος» παρὰ Σοφοκλεῖ καὶ «ἡ τηλικοῦτος» καὶ «δεινὴ θεός» καὶ «μάταιος σπουδή». (v. 743) Τὸ δέ «ἤματι τῷ», ἀντὶ τοῦ τῇ ἡμέρᾳ ταύτῃ, «ὅτε τοὺς θῆρας ὁ Πειρίθους ἐτιμωρήσατο», ἐνιαύσιον δηλοῖ, φασί, τὸν Κενταυρικὸν γενέσθαι πόλεμον. ἐν τῷ γάμῳ μὲν γὰρ ἡ τῶν Κενταύρων προέβη συμβολή, ὁ τοκετὸς δὲ ἀπελαθέντας εἶδεν αὐτούς. εὐτυχῶς οὖν τὸ βρεφύλλιον εἰς φῶς προέκυψε, νίκης οἷον ἔπαθλον ἐπιφιλοτιμηθὲν ἀριστεύσαντι τῷ πατρί. (v. 744) Τὸ δὲ Πήλιον ἀντίκειται τῇ Ὄσσῃ. ὄρη δὲ ἄμφω δυτικώτερα Ὀλύμπου, δι' ὧν ἐκρέει ὁ Πηνειός. ἔστι δέ, φασί, καὶ πόλις Θεσσαλίας Πήλιον, ἧς ἐθνικὸν Πηλιεύς καὶ Πηλιώτης. περὶ δὲ Πηλίου καὶ Ὄσσης καὶ μετ' ὀλίγα ῥηθήσεται. Αἴθικες δὲ Θετταλικὸν ἔθνος ὑπερκείμενον τῆς Ἠπείρου, κατὰ δέ τινας Μακεδονικόν, κατὰ δὲ ἑτέρους Περραιβικόν. περὶ τούτων δὲ καὶ ὁ Γεωγράφος φησίν, ὅτι ἐξηλάθησαν ὑπὸ Πειρίθου. ὁ δὲ τὰ Ἐθνικὰ γράψας λέγει, ὅτι ἡ μὲν χώρα Αἰθικία ὡς Κιλικία, τὸ δὲ ἔθνος Αἴθικες. ἐν Θετταλίᾳ δὲ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει, ἔθνος ἐπιεικῶς, φησί, παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις προσκείμενον. Εἰς δὲ τὸ «Αἰθίκεσσι πέλασσεν», ἀντὶ τοῦ «πέλας