Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.524
Not analysed yet
μνημονευθέντες ἐκλήθησαν μὲν ἀπό τινος Περραιβοῦ, ἐνδόξου, ὡς εἰκός, ἀνδρός, Θετταλικὸν δέ τι γένος εἰσί. Φησὶν οὖν ὁ Γεωγράφος, ὅτι Περραιβοὶ κατεῖχόν ποτε τὰ πρὸς τῷ Ὀλύμπῳ, μᾶλλον δ' ἐντελέστερον εἰπεῖν, Λαπίθαι τὰ πεδία κατεῖχον, Περραιβοὶ δὲ τὰ ὀρεινότερα πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι. καὶ ὅτι ἐνέμοντο τὰ πρὸς τῇ θαλάσσῃ καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ ὅτι Ἄργισσα ἐπὶ τῷ Πηνειῷ κεῖται, ὑπέρκειται δ' αὐτῆς Ἄτραξ, τὴν δ' ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί, οἳ καταδυναστευθέντες ὑπὸ Λαπιθῶν ἀπανέστησαν εἰς τὴν ὀρεινὴν τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας. τὴν δὲ χώραν καὶ τοὺς ὑπολοίπους Περραιβοὺς κατέσχον Λαρισσαῖοι πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ' ἐκείνοις. δῆλον οὖν ὅτι Θετταλοί τινες οἱ Περραιβοὶ καὶ ὅτι καὶ περί που τὴν Λάρισσαν. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ὅμηρος συνέζευξε Περραιβοὺς καὶ Ἀθαμᾶνας ὡς πλησίον οἰκοῦντας δηλῶν, ὅτι συνυπακούονται τοῖς Περραιβοῖς καὶ οἱ Ἀθαμᾶνες. Ἰστέον δέ, ὅτι οἱ μὲν καθ' Ὅμηρον καὶ οἱ νεώτεροι ἐν ἑνὶ ρ γράφουσι τοὺς Περαιβούς, ἕτεροι δέ τινες παλαιοὶ ἐδίπλαζον τὸ ἀμετάβολον. καὶ λέγει ὁ τὰ Ἐθνικὰ γράψας, ὅτι Αἰολεῖς ὄντες οἱ Περραιβοὶ ἐδίπλουν τὰ σύμφωνα Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ πόλιν Γόννον παρ' αὐτοῖς οὖσαν καὶ γόννατα καὶ τοιαῦτά τινα. (v. 750) Δωδώνη δέ, ἀφ' ἧς ἐν τοῖς ἑξῆς που Δωδωναῖος Ζεύς, πόλις Μολοσσίδος ἐν Ἠπείρῳ, ὡς ὁ τῶν Ἐθνικῶν καταγραφεὺς δηλοῖ, ὃς οὐδὲ ἀρέσκεται τοῖς εἰποῦσιν αὐτὴν Θεσπρωτικὴν καὶ Θετταλικήν. καὶ μὴν ἕτεροι ἐν ὑπερβορέῳ τῆς Θεσπρωτίας αὐτὴν τιθέασιν, ἔνθα ἱερὸν καὶ τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός, ἣν δρῦν πολύγλωσσον λέγει ὁ Σοφοκλῆς, ἤγουν πολύφωνον. ὠνομάσθη δὲ ἡ Δωδώνη ἀπὸ Δωδώνης, ἡρωΐδος ἢ Ὠκεανίδος νύμφης, ἢ ἀπὸ Δώδωνος ποταμοῦ. ἐλέγετο δὲ καὶ Δωδών δισυλλάβως. ἐξ αὐτῆς τὸ παροιμιαζόμενον Δωδωναῖον χαλκίον ἐπὶ τῶν πολυλόγων. Χαλκίον γὰρ τὸ καὶ ἀλλαχοῦ πλατύτερον δηλωθησόμενον ἤχει αὐτόθι πληττόμενον τεχνικῶς ὑπὸ μάστιγος ἢ καὶ κατὰ βίαν ἀνέμων. ὅτι δὲ καὶ δυσχείμερος ἡ Δωδώνη μεμαρτύ-