Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.525
Not analysed yet
ρηται. κεῖται δέ τινα περὶ αὐτῆς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. [Ἐν δὲ τῷ «ἔργα ἐνέμοντο» ἔργα κοινῶς λέγει πάντα τὰ συστατικὰ πολιτειῶν ἔσω τε καὶ ἔξω. (v. 752) Τὸ δέ «προΐει» χρόνος ἐστὶν ἀντὶ χρόνου. κεῖται γὰρ ἀντὶ τοῦ προΐησιν, ὡς δηλοῖ εὐσυντάκτως ἐπαγόμενον τὸ «ἐπιμίσγεται». Τὸ δέ «καλλίρροον ὕδωρ» οὐκ ἂν εἴη μακρὰν τοῦ «Πηνειὸς ἀργυροδίνης». (v. 754) Τὸ δέ «ἀλλά μιν ἐπιρρέει», ἀντὶ τοῦ «ἐπιτρέχει ἐπιπολαστικῶς». οἱ δὲ μεθ' Ὅμηρον τὸ ἐπιρρέειν δοτικῇ συντάσσουσι.] Τὸ δὲ ἐπιπολαστικὸν τοῦ Τιταρησίου γίνεται μὲν ἢ διὰ κουφότητα ὕδατος, ὅπερ συμβαίνει καὶ τοῖς εἰς θάλασσαν ἐκβάλλουσι ποταμοῖς, ἢ καὶ διὰ γλισχρότητα μεταλλικήν. (v. 755) Ὁ δὲ ποιητὴς ἐκπλήττειν θέλων, ἤδη δέ που καὶ ῥυθμίζειν εἰς ἦθος, ἵνα τὸν ὅρκον ὑποβλεπώμεθα, φησίν· «ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπόρροια». τοῦτο δὲ ἤ, καθά τινες εἶπον, ἁπλοϊκῶς ἐρρέθη, διότι ὀμνύουσιν εἰς αὐτὸν οἱ ἐγχώριοι, ὥσπερ κατὰ τὴν ἱστορίαν τοῦ Ἀρριανοῦ καὶ Βιθυνίας ποταμὸς Ὅρκος ὄνομα, ὃς φρικωδέστατος ὅρκων τοῖς ἐκεῖ ἐνομίζετο πρὸς βίαν εἰς τὰς δίνας ἕλκων τὸν ἐπίορκον, εἰ μὴ δρόμῳ ἐξεπήδησεν. ἢ γοῦν οὕτω νοητέον ἁπλοϊκῶς τὸ ῥηθὲν Ὁμηρικὸν ῥητὸν ἢ μᾶλλον, ὅτι ἀπορρέει τοῦ ἐν Ἅιδου τῆς Στυγὸς ὕδατος. ἡ δὲ Στὺξ δεινὸς ὅρκος ἐστί. κατ' αὐτῆς γὰρ ὁ μῦθος ὀμνύειν φησὶ τοὺς θεούς, ὡς ἀλλαχοῦ φανήσεται, ὅπου καὶ τίς ἐστιν ἡ Στὺξ λεχθήσεται. οἱονεὶ γοῦν λέγει, ὅτι, διὰ τὸ δεινὸν τῆς Στυγός, ἀνεπίμικτον τὸ ἐξ αὐτῆς ὕδωρ μένει τῷ Πηνειῷ. δέδιε γάρ πως ὁ Πηνειὸς τὴν ἀνάκρασιν, ὡς εἴπερ ἔμψυχος ἦν. ποιητικῆς δὲ καὶ τοῦτο γλυκύτητος. ἐνταῦθα δὲ καί τι σχῆμα οἷον ἀντίθετον ἀναφαίνεται ἀντιτεθέντος τοῦ ἱμέρου τοῦ ποταμοῦ τῇ δεινότητι τῆς Στυγός. ἱμερτὸς μὲν γὰρ ὁ Τιταρήσιος, οὗ καὶ τὸ ὕδωρ καλλίρροον, δεινὸς δὲ ὅρκος ἡ Στύξ. ἔνθα καὶ ἠθικῶς ἔστιν εἰπεῖν, ὡς οὐκ ἀδύνατον δεινῆς ἀρχῆς οὔσης ἱμερτὸν εἶναι τὸ ἀπ' αὐτῆς. δεινὸς δὲ οὐ μόνον ὁ κατὰ Στύγα ὅρκος, ἀλλὰ καὶ ὁ ἁπλῶς τοῖς γε σῷα φρονοῦσι. καὶ δηλοῖ αὐτὸ σὺν ἄλλοις καὶ Σοφοκλῆς ἐν τῷ «ἀλλ' ἁλίσκεται χ' ὡ δεινὸς ὅρκος» καὶ ἀλλαχόθι δέ. ὁ δὲ Γεωγράφος Εὐρώταν οἶδε καλεῖσθαι τὸν Τιταρήσιον, δηλονότι μεθ' Ὅμηρον, ἐμφαίνων καί, ὅτι ἐκ τόπου παρωνόμασται. λέγει γάρ, ὡς ἐξ ὄρους ῥέει Τιτάρου συμφυοῦς τῷ Ὀλύμπῳ. αἰτιολογῶν δὲ καί, ὅπως ἐπιπολάζει, φησίν, ὅτι τὸ μὲν τοῦ Πηνειοῦ