Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.540
Not analysed yet
ἀπὸ τῆς ἔρας πάσασθαι καὶ φαγεῖν. σημαίνει δέ τι καὶ ἑτεροῖον ἡ λέξις ἐν τῷ «ποταμὸς γαῖαν ὑπέρεπτε ποδοῖιν», ἤγουν ὑπέσυρεν, ὡς οἷον ὑπεσθίων τὴν ὑπὸ τοῖς ποσὶν ἰλὺν ἐπὶ συμποδισμῷ ἥρωος. Τὸ δέ «ἐλεόθρεπτον σέλινον» τρόπος ἐστὶν ἐτυμολογικός. σέλινον γὰρ σύγκειται ἀπὸ τοῦ σεύεσθαι ἐν ἕλει, ἤγουν ὁρμᾶσθαι καὶ αὔξεσθαι ἐν διύγρῳ τόπῳ. τοιοῦτον γὰρ τὸ ἕλος. εἰ γοῦν τὸ σέλινον σεύεται ἐν ἕλει, εἴη ἂν ἀληθῶς ἐλεόθρεπτον ὡς ἐπὶ ἕλους τρεφόμενον. ἔστιν οὖν ἐτυμολογία σελίνου τὸ ἐλεόθρεπτον. ἄλλο δέ, φασί, τὸ ἕλειον σέλινον τοῦτο παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται καὶ ὠφελεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. Ἰστέον δέ, ὅτι τὸ μὲν ἕλος δασύνεται, ἀφ' οὗ καὶ οἱ Εἵλωτες, τὸ μέντοι ἐλεόθρεπτον ψιλοῦται διὰ κανόνα λέγοντα, ὅτι τὸ ε πρὸ τοῦ λ τῆς τρίτης συλλαβῆς καθαρευούσης ψιλοῦσθαι θέλει. (v. 777) Τὸ δέ «ἕστασαν» δασύνεται ὡς συγκοπὲν ἀπὸ τοῦ ἑστήκεσαν. Πεπυκασμένα δὲ ἅρματα τὰ ἐσκεπασμένα, ὡς καὶ ἀλλαχοῦ φανήσεται, ἵνα μὴ καπνῷ ἀεικίζωνται ἢ ἀναπιμπλῶνται κόνεως. τὸ δέ «ἵπποι ἕστασαν» καὶ «ἅρματα ἔκειτο» καὶ «λαοὶ ἐφοίτων ἔνθα καὶ ἔνθα» ἔχουσί τι ἀστειότητος καὶ αὐτά, εἴπερ ὁ μὲν ποδώκης καὶ ποδάρκης Ἀχιλλεὺς κεῖται, ὥσπερ καὶ τὰ ἅρματα, ἵπποι δὲ ἵστανται καὶ λαοὶ φοιτῶσι κατὰ στρατὸν τῇ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιϊόντες καὶ τὴν παράταξιν θεώμενοι. Τὸ δέ «ἀνάκτων» ἀντὶ τοῦ δεσποτῶν. οὐ γάρ ἐστιν ἐν τῷ «ἅρματα ἀνάκτων» κυριολεκτηθῆναι τὴν λέξιν ἀναμφιλέκτως ἐπὶ μόνων βασιλέων. [Τοιούτου δὲ ἄνακτος χρῆσις καὶ ἀλλαχοῦ, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομαι ἡμετέροιο». ὁ δὲ τοιοῦτος ἄναξ παράγει καὶ τὸν βαναυσώδη χειρώνακτα καὶ τὸν Ἱππώνακτα. ὅτι δὲ ἡ γενικὴ τοῦ ἄναξ πλεονάζον ἔχει τὸ ταῦ, δηλοῦσιν οἱ προγεγραμμένοι ἀνακοὶ Διόσκουροι, ὧν σημειώδης ὁ τόνος, καθὰ καὶ ἡ κλητικὴ τοῦ ἄναξ ἐν τῷ «Ζεῦ, ἄνα Δωδωναῖε». αὐτὸ δὲ ὁμοιότητα ἔχει πρὸς τὸ γύναι, ὃ καὶ αὐτὸ ἀποβολὴν δοκεῖ παθεῖν τοῦ ξ καινότερον. τὰ γὰρ εἰς διπλοῦν λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν.] (v. 780—5) Ὅτι