Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.539
Not analysed yet
γάρ, φασί, τὴν δεξιὰν οἱ τοὺς κοτάβους προϊέμενοι κυκλοῦντες αὐτήν, [οὓς δὴ κοττάβους ἀγκυλητοὺς Αἰσχύλος ἔφη ὁμωνύμως δόρασιν, ἅπερ ἀγκυλητὰ καὶ μεσάγκυλα ἐκάλουν ἀπὸ χειρός, φασί, δεξιᾶς. Χρῆσις δὲ κοτύλης παρά τε Βακχιλίδῃ ἐν τῷ «εὖτε τὴν ἀπ' ἀγκύλης πίνουσι» καὶ παρὰ Κρατίνῳ ἐν τῷ «πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ» καὶ ἑξῆς ἕως τοῦ «πίνουσ' ἀπ' ἀγκύλης».] ἐκ δὲ τοῦ τοιούτου ἀγκύλου καὶ ὁ ἀγκυλομήτης. τίς δὲ ὁ κότταβος, δηλοῦσι σὺν ἄλλοις καὶ οἱ Σχολιασταὶ τοῦ Κωμικοῦ. [Τὸ δέ «ἱέντες» πρὸς ἀκρίβειαν ἐννοίας κεῖται. οὐ γὰρ ἁπλῶς οἱ περὶ τὸν Ἀχιλλέα δίσκοις τέρπονται καὶ αἰγανέαις καὶ τόξοις, ἀλλὰ ἱέντες ἐτέρποντο, τουτέστι πέμποντες. γενικῶς δὲ ἡ λέξις αὐτοῖς ἁρμόττει. δίσκος τε γὰρ ἐκ τοῦ δίκειν, ὅ ἐστιν ἀφιέναι καὶ βάλλειν, καὶ αἰγανέα παρὰ τὸ ἄγαν ἵεσθαι, καὶ ἰὸς δέ ποτε ὁ ἐκ τόξου ἱέμενος.] (v. 776) Λωτὸς δὲ νῦν οὐχ' οἷος ἐν Ὀδυσσείᾳ ὁ γλυκὺς καὶ ἀνθρώπων ἐπαγωγός, βοτάνη δὲ λειμωνιὰς ἵπποις εὐπρόσιτος. καὶ οὗτος μὲν ὁ λωτός, καθὰ καὶ ὁ ἐν Ὀδυσσείᾳ, διὰ τοῦ ω μεγάλου ἔχει τὴν ἄρχουσαν. ὁ δέ γε διὰ τοῦ ο μικροῦ, ὁποῖος ὁ δηλούμενος ἐν τῷ «λοτοῦ κατὰ πνεύματα μέλπει», συστέλλει τὴν ἄρχουσαν παρά τισι καὶ δηλοῖ καλαμίσκον τινά, ἐξ οὗ καὶ λόταξ λόταγος ὁ περὶ τοιοῦτον λοτὸν πονούμενος. Τὸ δέ «ἐρεπτόμενοι» ἐπὶ ἀλόγων κυρίως ἢ κατὰ ὀνοματοποιΐαν τινὰ ἢ μᾶλλον ἀπὸ τῆς ἔρας ἤτοι τῆς γῆς, ἵνα ᾖ ἐρέπτεσθαι τὸ