Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.542
Not analysed yet
ἀέρα στέγειν. καὶ οὕτως ἡττᾶσθαι τοῦ Διὸς λέγεται. Ὅθεν, ἡνίκα κεραυνοὶ ἐξ ἀέρος πίπτουσι καὶ μάλιστα ἔνθα τυφωνικὰ ἐπιχωριάζει πνεύματα, πόλεμος κινεῖσθαι πιθανεύεται μεταξὺ Τυφωέος καὶ Διός. (v. 783) Τοιούτοις δὲ τόποις ἐναρίθμιος καὶ τὰ Ἄριμα, ἔνθα ὁ Τυφωεὺς εὐνάζεσθαι λέγεται, τουτέστι διατρίβειν, ὡς καὶ αὐτόθι αἰκίζεσθαι. εἰ μὴ ἄρα εὐναί κατὰ τοὺς παλαιοὺς εὐφήμως ὁ τοῦ Τυφωέως τάφος λέγεται ἢ καὶ τὴν ἀργίαν ἐκείνου δηλοῦσιν αἱ εὐναί, ὥσπερ καὶ τὴν τοῦ Ἀχιλλέως τὸ κεῖσθαι. τὸν δὲ Τυφωέα τοῦτον οἱ μεθ' Ὅμηρον Τυφῶνα καλοῦσι, παρ' οἷς καὶ δικατάληκτόν ἐστι τὸ ὄνομα τοῦτο· Τυφῶς γὰρ μετὰ τοῦ σ καὶ Τυφῶν μετὰ τοῦ ν ἐν τόνῳ περισπωμένῳ. [Εἰ δὲ καὶ Τυφάων ὁ αὐτὸς ὀνομάζεται, καθὰ καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, τετραχῶς ἄρα σχηματίζεται τὸ δαιμόνιον. Τυφωεύς γὰρ καὶ Τυφάων Τυφάονος, ὅθεν τὸ «Τυφαονίων ἀλαλητῶν», καὶ κατὰ κρᾶσιν Τυφῶν, καὶ ὡς ἐν δικαταληξίᾳ Τυφῶς. τοιοῦτον δέ τι καὶ ὁ ταῶς. Ἀντιφῶν μὲν γάρ, φασίν, ὁ ῥήτωρ, δισυλλάβως κλίνει λόγον γράψας ἐπίγραμμα ἔχοντα Περὶ ταῶν. Ἀττικοὶ δὲ εἰπόντες ταῶνι ἐμφαίνουσιν ὡς ὁ ταῶν ἐστιν ἡ εὐθεῖα. πεπλεόνακε δὲ ὁ ταῶς, ὥς φησιν ὁ Ἀθήναιος, ὃς εἰπών, ὅτι περισπούδαστος ἦν ἡ τοῦδε τοῦ ζῴου θέα—»τὰς νουμηνίας γοῦν», φησίν, «ὁ βουλόμενος εἰσῄει, τὰς δ' ἄλλας, εἴ τις ἦλθε θεασόμενος, οὐκ ἔστιν ὅστις ἔτυχε». —λέγει καί, ὅτι, ὥσπερ αὐτός, σπάνιος ὤν, ἐθαυμάζετο, νῦν δὲ πλείους εἰσὶ τῶν ὀρτύγων, οὕτω καὶ ἡ αὐτοῦ ἑνικὴ εὐθεῖα πληθύνεται, ὥστε δηλαδὴ σπάνιαι αἱ ταύτης πλάγιαι. Ἡρωδιανὸς δὲ τοῖς εἰς ων περισπωμένοις, οἷον τῷ Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖς ὁμοίοις, συντεταχὼς καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει, ὡς μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ σίγμα. καὶ οὕτω μὲν ταῦτα.] Δῆλον δὲ ὅτι, κἂν ὁ μῦθος ᾠκειώσατο τὸν Τυφωέα, ὅμως οὐδὲ τῇ ἱστορίᾳ ἐστὶν ἄγνωστος. ἄλλοι τε οὖν Τυφωέος μέμνηνται περιφανοῦς ἀνδρὸς καὶ Ἡρόδοτος ἐν οἷς λέγει, ὅτι Ὦρος ὁ Ἀπόλλων Αἰγυπτιστί,