Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.543
Not analysed yet
ὃς λέγεται καταπαύσας Τυφῶνα βασιλεῦσαι ὕστατος Αἰγύπτου. Ἰστέον δέ, ὅτι ἐν τοῖς μετὰ ταῦτα ὁ ποιητὴς θόρυβον μέγαν πολεμικὸν παριστῶν ὑπερβαίνει τὴν ἐνταῦθα μεγαλοφωνίαν καὶ διὰ σεισμοῦ μεγίστου εἰκονίζει αὐτὸν ὡς ἐν τῇ υʹ ῥαψῳδίᾳ φανήσεται. φιλοτιμεῖται γὰρ ἐν πολλοῖς ὑπεραίρειν αὐτὸς ἑαυτόν. ὁ δὲ Γεωγράφος ἐν τοῖς ἑαυτοῦ σποράδην περὶ Τυφωέως καὶ Ἀρίμων ταῦτά φησι· Μυσοὶ μετὰ Λυδοὺς καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης, εἶτα ἡ Κατακεκαυμένη χώρα εὐεκπύρωτος μῆκος πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν κλητέον, εἴτε Μῃονίαν. λέγεται γὰρ ἀμφοτέρως, οἷα ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένη. ἄδενδρος δὲ πᾶσα πλὴν ἀμπέλου, ἀφ' ἧς ὁ Κατακεκαυμενίτης οἶνος ἐλλόγιμος ἀρετῇ. ταύτης τῆς χώρας τῶν πεδίων μὲν τεφρώδης ἡ ἐπιφάνεια, τῆς δὲ ὀρεινῆς καὶ πετρώδους μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι ταῦτα, εὔλογον δὲ μᾶλλον ἀπὸ πυρὸς γηγενοῦς. ἐνταῦθα τὰ περὶ Τυφῶνος μυθολογεῖται καὶ Ἄριμος δέ τις αὐτόθι λέγεται βασιλεῦσαι. καλοῦ δὲ ὄντος τοῦ ἐκεῖσε οἴνου ἀστεϊζόμενοί τινες πυριγενῆ καλοῦσι τὸν Διόνυσον ὡς ἀπὸ χώρας, ἥτις αὐτὸ τοῦτο Κατακεκαυμένη καλεῖται. Λέγει δὲ καί, ὅτι οἱ περί που τὸν Τμῶλον τόποι κεραυνόβολοι καὶ δρυμώδεις καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι. οἱ δὲ ταῦτα, φησί, λέγοντες ἐπεισφέρουσιν εἰς τὸ «Τυφωέως εἶναι εὐνάς» καὶ τοῦτο τὸ ἔπος· «χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ» (περὶ ἧς Ὕδης ἐν τοῖς ἑξῆς ῥηθήσεται) ἐνταῦθα εἶναι τοὺς ῥηθέντας Ἀρίμους δοξάσαντες διὰ τὸ δρυμώδη, φασί, τὸν τόπον εἶναι καὶ κεραυνόβολον. Ἄλλοι δέ, φησίν, ἐν Κιλικίᾳ τὸν περὶ Τυφωέως πλάττουσι μῦθον, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν ταῖς Πιθηκούσαις νήσοις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ Τυρρηνοῖς ἀρίμους καλεῖσθαι. πιθανότεροι δὲ οἱ ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντες. οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν, φησίν, Ἀράμους λέγουσιν, ἄλλοι τοὺς Ἀρίμους παρ' αὐτό φασι τὸ Κωρύκιον ἄντρον, ἀφ' ὧν τὰ ἐγγὺς ὄρη Ἄριμα ἐκαλοῦντο. ἀλλαχοῦ δέ φησιν, ὅτι ὁ περὶ Ἀντιόχειαν ποταμὸς Ὀρόντης Τυφῶν ἐκαλεῖτό ποτε. μυθεύουσι δὲ ἐνταῦθα τὰ περὶ τὴν κεραύνωσιν Τυφῶνος καὶ τοὺς Ἀρίμους καί φασι τὸν Τυφῶνα τυπτόμενον κεραυνῷ—εἶναι δὲ δράκοντα—φεύγειν ζητοῦντα κατάδυσιν καὶ τοῖς μὲν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δὲ εἰς γῆν ἀναρρῆξαι πηγήν, ὅθεν γενέσθαι τοὔνομα τῷ ποταμῷ. Ἑτέρωθι δέ φησιν, ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα. Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. Συνακτέον δὲ ἐκ τῶν ῥηθέντων καί, ὅτι οἱ Ἄριμοι ἀρσενικῶς καὶ τὰ Ἄριμα οὐδετέρως λέγεται. τοπικὸν δὲ τῶν Ἀρίμων Ἀριμαῖος. τοῦ δὲ