Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.545
Not analysed yet
τὰ τοῦ πράγματος κατὰ σπουδήν. διὸ καὶ τὴν δημηγορίαν ἐπέτεμεν οἷα μὴ ἐνδαψιλευομένου πλατυτέρου καιροῦ. ἐμφαίνει δὲ ὁ ποιητὴς τοῦτο εἰπών, ὅτι ἡ Ἶρις εἶπεν, ἃ εἶπε πρὸς Πρίαμον καὶ Ἕκτορα εἰσαμένη, ἤγουν ὁμοιωθεῖσα, φθογγήν· «υἷι Πριάμου Πολίτῃ, ὃς Τρώων σκοπός», ἤτοι κατάσκοπος, «ἷζε ποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος, ὁππότε ναῦφιν», ἤτοι ἀπὸ τῶν νηῶν, «ἀφορμηθεῖεν Ἀχαιοί». ὁ γοῦν Πριαμίδης Πολίτης οὗτος ἐλθὼν ἐδήλωσεν, ὡς τῶν νηῶν ἀφώρμηνται οἱ Ἕλληνες. ἐπεὶ δὲ πάνυ πολλοῦ τοῦ τάχους ἔδει καὶ ἐχρῆν ἐπτερῶσθαι οἷον ἄρτι τὸν κατάσκοπον τά τε ἄλλα καί, ἵνα μὴ θεαθεὶς ὑπὸ ἱππέων ἐπιδιωχθῇ, πέπλασται πιθανῶς ἡ Ἶρις ἀγγέλλουσα τὴν Ἑλληνικὴν κίνησιν, ἣν ὁ μῦθος καὶ πτέρυγας ἔχειν λέγει, οὐκ ἀρκούμενος τοῖς ῥηθεῖσιν Ὁμηρικοῖς [ἐπ' αὐτῇ] ἐπιθέτοις, τῷ ποδήνεμος καὶ τοῖς λοιποῖς. Τάχα δὲ καὶ προέδραμε τοῦ Πολίτου φήμη τῆς τῶν Ἑλλήνων κινήσεως, οἷα εἰκός, ἢ ἐκ τοῦ ἤχου τῶν ποδῶν ἢ ἐκ τῆς βοῆς ἢ ἄλλως ὁπωσοῦν. Καὶ τοῦτό ἐστιν ἡ Ἶρις αὕτη, περὶ ἧς, ὅτι τε Διός ἐστιν ἄγγελος καὶ διὰ τί τοῦτο λέγεται καὶ ὅτι ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γίνεται, ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἶρος, καὶ εἴ τι δὲ χρεὼν ἕτερον εἰς αὐτὴν συμμέτρως ῥηθῆναι, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐν τούτῳ τὴν Ὁμηρικὴν δεξιότητα καὶ ποικιλίαν. ἔστειλε μὲν γὰρ Ζεὺς καὶ εἰς τὸ ναύσταθμον ἄγγελον, ἔστειλε δὲ καὶ εἰς Τροίαν. ἀλλ' ἐκεῖ μὲν ὄνειρος Διὸς ἄγγελος καὶ μόνῳ τῷ βασιλεῖ κατ' ἰδίαν καὶ χρηστὰ ἐπαγγελλόμενος καὶ ἀγορὰ μετὰ τὴν ἀγγελίαν καὶ βουλή. ἐνταῦθα δὲ προηγεῖται μὲν ἀγορά, ἣν οὐκ οἴδαμεν, ὅ τι ἂν ἐποίει, ἐπ' αὐτῇ δὲ Ἶρις ἐναργὴς ἄγγελος ἥκει ἀγγελίᾳ διακονουμένη ἀλεγεινῇ. κοινὸν δὲ ἀμφοῖν τοῖν ἀγγέλοιν τὸ τοῖς βασιλεῦσιν ὀνειδίζειν, τὸν μὲν ὄνειρον ὡς παννύχιον ἐκεῖνος ὑπνοῖ, τὴν δὲ Ἶριν Πριάμῳ τὸ ἀκριτόμυθον. (v. 786) Τὸ δέ «ὠκέα Ἶρις» ἀναλόγως προῆκται, ὡς καὶ τὸ ἡ γλυκέα καὶ ἡ ἡδέα καὶ τὰ ὅμοια. ἐκ τοῦ ὠκύς γάρ, ὠκέος, τὸ θηλυκὸν ὠκέα, ὡς καὶ γλυκύς, γλυκέος, γλυκέα καὶ τὰ ἄλλα. οἱ δὲ μεθ' Ὅμηρον ἐπενθέντες τὸ ι ἐποίησαν ὠκεῖα, γλυκεῖα καὶ τὰ λοιπά. (v. 787) Ἀγγελίαν δὲ ἀλεγεινήν, ἤγουν ἀλγεινήν, ἐπίπονον, φροντίδος ἀξίαν, λέγει αὐτὸ τοῦτο τὸ εἰπεῖν τὴν Ἶριν, ὅτι ἀφώρμηνται τῶν νηῶν οἱ Ἀχαιοί, τοιόσδε καὶ τοσόσδε λαός. (v. 788) Τὸ δέ «ἀγορὰς ἀγόρευον» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ βουλὴν βουλεύει καὶ λόγον λέγει καὶ ὅλως τὸ παρατιθέναι τοῖς ῥήμασι τὰ ἐξ αὐτῶν ὀνόματα. καλεῖται δὲ τὸ σχῆμα παρονομασία. (v. 789) Τὸ δέ «καὶ νέοι καὶ γέροντες» δημοκρατικόν ἐστιν, οὐ βουλευτικόν. δημοκρατίας