Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.544
Not analysed yet
ῥηθέντος ἀνωτέρω γηγενοῦς πυρὸς ἐκλιπεῖν τὰς πηγὰς ὁ Γεωγράφος λέγει, δείκνυσθαι δὲ βόθρους τρεῖς, οὓς φύσας καλοῦσι. [(v. 782) Τὸ δέ «ἱμάσσῃ», ὅ ἐστιν ἱμάντι πλήττῃ, μικροπρεπὲς μέν ἐστι ῥηθὲν ἐπὶ τοῦ μεγίστου κακοῦ, προσφυῶς δ' ἔχει τῷ «γαῖα δ' ὑπεστενάχιζε». καὶ μετῆκται ταῦτα ἐκ τῶν ἐν τῷ ἱμάσσεσθαι ὑποστεναζόντων. ἄλλως δὲ στεναχίζει γαῖα, ὡς καὶ πόντος παρὰ Σοφοκλεῖ.] (v. 783) Τὸ δέ «φασίν» εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, ἵνα μὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι διὰ τὸ μυθῶδες. (v. 786—806) Ὅτι τῶν Ἑλληνικῶν πραγμάτων ἐχόντων, ὡς εἴρηται, οἱ Τρῶες «ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι, πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες». πρὸ τῶν βασιλείων γὰρ ἦν, φασίν, ὡς εἰκός, τὸ ἐκκλησιαστήριον. Ζεὺς δέ, φησίν, ἄγγελον ἔστειλε τοῖς Τρωσὶ τὴν Ἶριν, ἣν καὶ ποδήνεμον καὶ ὠκέαν καλεῖ καὶ πόδας ὠκέαν. ἡ δὲ ἐλθοῦσα σὺν ἀγγελίῃ ἀλεγεινῇ ἔφη τῷ Πριάμῳ· «Ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρε», τουτέστιν ἄφυκτος. λιάζω γὰρ τὸ ἐκφεύγω. μέμφεται δ' ἐν τούτοις τὸν γέροντα ὡς ἐν καιρῷ μάχης καὶ ἔργων λογολεσχοῦντα. εἰρήνῃ μὲν γὰρ πρέπουσι βουλαὶ καὶ δημηγορίαι, πολέμου δὲ ἀκμὴ οὐ τούτοις χαίρει. [Διό τινες τὸν Ἄρην παρὰ τὴν στέρησιν τοῦ λέγειν ἐτυμολογοῦντες τὴν εἰρήνην ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν, παράγουσι, κατὰ τὸ «ἐν χερσὶ τέλος πολέμοιο, ἐπέων δ' ἐνὶ βουλῇ».] Εἶτα τὸν Ἑλληνικὸν στρατὸν ἐκπληττομένη φησίν· «ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ». καὶ οὕτω τὴν Τρωϊκὴν ἀγορὰν ἡ Ἶρις ἐγκόψασα προκαλεῖται εἰς ἔργον τὸν ἐντρεχέστατον Ἕκτορα καί φησιν ἀσυνδέτως οὕτως· «Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι ὧδέ γε ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. τοῖσι δ' ἕκαστος ἀνὴρ σημαινέτω, οἷς ἄρχει, τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας», ἤτοι τοὺς ἑαυτοῦ πολίτας, πλεονασμῷ τοῦ η. [οὐ δήπου γὰρ φυσικῶς ἐνταῦθα ἔγκειται, ὡς ἐν τῷ Μασσαλία Μασσαλιήτης καὶ τοῖς τοιούτοις.] Καὶ ταῦτα μὲν τὰ τῆς μυθικῆς Ἴριδος. Φαίνεται δέ, ὅτι σκοπός τις ἐκάθητο τοῖς Τρωσὶν ἐπιτεταγμένος τὰ τῶν Ἑλλήνων σκοπεῖν, ὃς ἰδὼν ἐκείνους ἐκτεταγμένους οὕτω δραμὼν ἐξεῖπε