Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.547
Not analysed yet
καὶ Ὄλυμπος, οὗ καὶ Ἴδης Πηνελόπη, ταύτης δὲ θυγάτηρ Τροία. [(v. 795) Κεῖται δ' ἐν τούτοις καὶ τὸ «ἐεισαμένη». ἀντὶ τοῦ ὁμοιώσασα, ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, πλεονασμῷ τοῦ ε. ἀνωτέρω δέ γε αὐτοῦ δίχα τοῦ ε τέθειται τὸ εἴσατο, ἀντὶ τοῦ ὡμοιώθη ἢ ὡμοίωσεν· «εἴσατο γάρ», φησί, «φθογγήν».] (v. 796) Τὸ δέ «μῦθοι ἄκριτοι», ἤγουν ἀναρίθμητοι, δριμέως εἰς τὸν γέροντα βασιλέα ἔσκωπται. οὕτω γὰρ καὶ ὁ γελοῖος Θερσίτης συνθέτως ἀκριτόμυθος ὕβρισται. καὶ ἴσως διὰ τοῦτο οὐ τὸν Πολίτην αὐτὸν ἐκεῖνον ὁ ποιητὴς ἱστορεῖ ταῦτα λέγοντα, ἵνα μὴ εἰς πατέρα παροινῇ, τὴν δὲ Ἶριν ταῦτα λέγειν φησίν, ἥτις ὡς θεῖον πρόσωπον οὐκ ἔχει μέμψιν. Ὅρα δὲ ἐνταῦθα τὸ «αἰεί τοι μῦθοι φίλοι ἄκριτοι». οὐ γὰρ ἁπλῶς οἱ ἄκριτοι μῦθοι μεμπτέοι, ἀλλὰ τὸ ἀεὶ ἀκριτομυθεῖν. οὕτω καὶ Ἀχιλλεὺς οὐχ' ὅτι μάχεται ἢ ἐρίζει σκώπτεται, ἀλλ' ὅτι αἰεὶ αὐτῷ ἔρις τε φίλη καὶ πόλεμοι. [(v. 798) Ἐν δὲ τῷ «ἦ δὴ μάλα πολλά», τὸ πολλά πρωτότυπόν ἐστι τοῦ πολλάκις, ὡς καὶ τὸ δηθά τοῦ δηθάκις καὶ τὸ τοσαῦτα τοῦ τοσαυτάκις.] (v. 799) Ἰστέον δὲ καί, ὅτι χρεία ἦν τῆς Ἴριδος τῷ ποιητῇ οὐ μόνον εἰς τὰ ῥηθέντα, ἀλλὰ καὶ εἰς τὸ «τοιόνδε λαόν». τοσόνδε μὲν γὰρ λαὸν ἀσφαλῶς εἶχε καὶ ὁ Πολίτης γνῶναί τε καὶ εἰπεῖν, τὸ δὲ τοιόνδε θεοῦ ἦν ἔργον εἰδέναι. τοιαύτη δὲ καὶ ἡ Ἶρις πλάττεται, ὅθεν καὶ οἶδε τὴν ἐν ἀνδρείᾳ Ἑλληνικὴν ποιότητα. (v. 800) Τὸ δέ «φύλλοις ἐοικότες» παραπέφρασται ἐκ τοῦ «ὅσα φύλλα καὶ ἄνθεα», ὅπερ πρὸ τούτων προσφυῶς ἐρρέθη. ἐνταῦθα δὲ εἰς δήλωσιν πλήθους ὑπερβολικὴν προσετέθη τὸ «ψαμάθοισιν», οὐκ ἀπροσφυῶς οὐδ' αὐτό. εἴληπται γὰρ ὥσπερ ἐκεῖ ἀπὸ τοῦ πεδίου τὸ φύλλα καὶ ἄνθεα, οὕτως ἐνταῦθα τὸ ψαμάθοις ἀπὸ τοῦ αἰγιαλοῦ, ᾧ συνήθεις οἱ Ἕλληνες. [(v. 801) Τὸ δέ «ἔρχονται πεδίοιο» ἀντὶ τοῦ διὰ τῆς πεδιάδος καὶ ἔστιν ὅμοιον τῷ «διέπρησσον πεδίοιο».] (v. 803) Ἐν δὲ τῷ «πολλοὶ γὰρ κατὰ ἄστυ ἐπίκουροι» ὅρα, ὅπως προτίθεται ὁ γάρ σύνδεσμος λαμβανόμενος ἀντὶ τοῦ ἐπειδή, ὃς ἐν τοῖς νοήμασι πρόκειται. τὸ μὲν οὖν κοινὸν οὕτως· ἐπεὶ πολλοὶ κατὰ ἄστυ ἐπίκουροι, ἕκαστος σημαινέτω οἷς ἄρχει. ὁ δὲ ποιητὴς λαβὼν τὸν γάρ σύνδεσμον ἐν καταρχῇ, ὡς ἰσοδύναμον ὄντα τῷ ἐπειδή, λέγει· πολλοὶ γὰρ ἐπίκουροι, ἕκαστος σημαινέτω τοῖς ἑαυτοῦ. καὶ ποιεῖ τοῦτο μυριαχοῦ διὰ τὸ καινότερον, προτιθεὶς μὲν τὴν αἰτίαν κατὰ λόγον περιβολῆς, ὑποτάσσων δὲ αὐτῇ τὸ αἰτιατὸν καὶ ἐν τούτῳ μόνῳ ξενίζων, ὅτι ἀπὸ τοῦ γάρ συνδέσμου κατάρχεται. Ἄστυ δὲ παρὰ μὲν τῷ ποιητῇ πᾶσα πόλις, Ἀθηναῖοι δὲ ὕστερον εἰς τὴν κατ' αὐτοὺς ἐμόνασαν τὸ ὄνομα. ἄστυ γὰρ ἰδίως ἐκαλοῦντο αἱ Ἀθῆναι, ὥσπερ καὶ πόλις μετὰ τοῦτο ἡ Ἀλεξάνδρεια. (v. 804)