Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.548
Not analysed yet
Τὸ δέ «ἄλλη δ' ἄλλων γλῶσσα» οὐχ' ὁμοεθνεῖς εἶναι δηλοῖ τοὺς ἐν τῇ Τροίᾳ οὐδ' ὁμογλώσσους. διὸ καὶ βαρβαρικώτερον ἐν τοῖς ἑξῆς κλάζουσι. (v. 805 s.) Τὸ δέ «τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, τῶν δ' ἐξηγείσθω», πολύπτωτον μὲν σχῆμα λέγεται, νοῦν δὲ ἔχει τοιοῦτον· τοῖσδε ἕκαστος προστασσέτω, τῶνδε ἡγεμονευέτω. ἔοικε δὲ τῷ «κρῖν' ἄνδρας κατὰ φῦλα», ὃ φθάσας εἶπεν ὁ Νέστωρ. οὐ γὰρ ἀδύνατον τὴν αὐτὴν ἔννοιαν εἰς πολλοὺς ἐλθεῖν. τὸ γάρ «ἕκαστος σημαινέτω, οἷς ἄρχει, καὶ ἐξηγείσθω τῶν οἰκείων πολιτῶν κοσμησάμενος αὐτούς» καὶ τὸ κατωτέρω δὲ κείμενον τὸ «Τρῶες διέκριθεν ἠδ' ἐπίκουροι», ὡμοίωται πάντως πρὸς τὸ «κρῖν' ἄνδρας φυλαδόν». ἀλλ' ἐκεῖ μέν, ὅπως φῦλα φύλοις βοηθῇ, ἐνταῦθα δὲ σὺν τούτῳ καί, ὅτι οὐδὲ δύνανται οἱ μὴ ὁμόγλωσσοι ἀλλήλοις συντετάχθαι, ἵνα μὴ φύρωσι καὶ συγχέωσι τὸ πᾶν. Σημείωσαι δέ, ὅτι, ἐν οἷς τὰ τῆς Ἴριδος ταῦτα τῷ Νέστορι ὁ ποιητὴς φθάσας ἀνέθετο παραινοῦντι τὰ ὅμοια, φασὶν οἱ παλαιοί, ὅτι ἔδειξεν Ὅμηρος ὡς θεοῦ κοινὸν καὶ ἀνθρώπου ἡ ἀρετή. ὅρα δὲ ὅτι τοσοῦτον ἀλεγεινὴ ἡ τῆς Ἴριδος ἀγγελία, ὥστε οὔτε ὁ Πρίαμος ἐλάλησέ τι πρὸς ἅπερ ἤκουσεν οὔτε ὁ Ἕκτωρ παρὼν καὶ αὐτὸς τῇ ἀγορᾷ. ἐκπλαγέντες δὲ ἐπὶ τῇ αἴφνης ἐφόδῳ τῶν Ἀχαιῶν σιωπῶσι τέλεον. οὕτω δὲ καὶ οἱ λοιποί. ἔργου δὲ ἔχονται λύσαντος Ἕκτορος ταχὺ τὴν ἀγοράν. αἶψα γάρ, φησίν, ἔλυσεν ἀγορήν, ὅπερ ἐν Ὀδυσσείᾳ ἄλλως φράζεται «λῦσε δ' ἀγορὴν αἰψηρήν». διὸ ἀτάκτως ὡρμημένοι καὶ μηδέν τι προβεβουλευμένοι θορύβους ποιήσουσιν ἐν τοῖς ἐφεξῆς, ὡς ἀνωτέρω εἴρηται. (v. 807 ss.) Ὅτι τὴν μὲν τῶν Ἑλλήνων κίνησιν πολλαχῶς ἐσέμνυνεν ὁ ποιητὴς ἐν τῇ βῆτα ῥαψῳδίᾳ καὶ πλατύτερον διεξῆλθε τὰ κατ' αὐτὴν καὶ τῷ Καταλόγῳ δὲ αὐτῶν ἀρκούντως ἐνεβράδυνε μετὰ καὶ συνάρσεως Μουσῶν. τὰ δὲ κατὰ τοὺς Τρῶας ἐπιτροχάδην διέξεισι συνεπισπεύδων οἷον αὐτοῖς. καὶ οὔτε Μούσας ἀξιοῖ ἐπικαλέσασθαι, οἷα μήτε χωρογραφῶν ὡς ἐκεῖ μήτε μύθους ἐκτιθέναι μέλλων καὶ ἱστορίας εἰς τοσοῦτον καὶ γενεαλογίας καὶ σχημάτων ποικιλίας, οὔτε τὸν Κατάλογον οὕτω πλατύνει. καὶ τὰ πρὸ τοῦ Καταλόγου δὲ πάνυ ἐπιτρέχει στενοχωρῶν. (v. 808—10) Φησὶ γάρ· «ἐπὶ τεύχεα ἐσσεύοντο», ἤγουν ὥρμων, διὰ τὸ τῆς Ἑλληνικῆς ἐφόδου αἰφνίδιον, «πᾶσαι δ' ὠΐγνυντο πύλαι», αἱ τῆς πόλεως δηλαδὴ διὰ τὸ κατεπεῖγον, «ἐκ δ' ἔσσυτο λαὸς πεζοί τε ἱππῆές τε. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει», ἤγουν ἠγείρετο· εἶτα ἐν ὀλίγοις ἔπεσι τὸν τόπον ἐκθέμενος, ὡς ῥηθήσεται μετὰ βραχύ, ἐν ᾧ διεκρίθησαν ἀλλήλων οἱ Τρῶες καὶ οἱ ἐπίκουροι, τοῦ Καταλόγου τῶν Τρωϊκῶν ἡγεμόνων ἄρχεται, ὡς καὶ αὐτὸ ἐν τοῖς ἑξῆς δηλωθήσεται. (v. 809) Ἰστέον δέ, ὅτι ἐν τῷ «πᾶσαι πύλαι» φασὶν