Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.559
Not analysed yet
φθισήνωρ. ἐκ δὲ τοῦ φθῶ φθείω, ὡς κῶ κείω, ἐξ οὗ τὸ κείσεται, καὶ χῶ χείω, τὸ χωρῶ, ἀφ' οὗ τὸ «οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται», ἤγουν χωρήσει, γράφοιτο ἂν εὐλόγως διὰ διφθόγγου ἡ ἄρχουσα τοῦ φθεισήνωρ.] (v. 835—9) Ὅτι τῶν περὶ Περκώτην καὶ Πράκτιον καὶ Σηστὸν καὶ Ἄβυδον καὶ δῖαν Ἀρίσβην Ὑρτακίδης ἦρχεν Ἄσιος, ὄρχαμος ἀνδρῶν, ὃν καὶ ἐπαναλαμβάνων εὐθύς φησιν· «Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἀπὸ Σελλήεντος». ἐπαναλαμβάνει δὲ τὸν Ἄσιον σημειωτικῶς, ὡς ἂν ὁ ἀκροατὴς ἐγγράψας αὐτὸν εἰς μνήμην εἰδείη, ὅτε ἀφραίνοντα ἐν τοῖς ἑξῆς μάθῃ αὐτὸν καὶ ἀκλεῶς πίπτοντα. οὐ μάτην δὲ οὐδὲ τῶν ἵππων αὐτοῦ ἐμνήσθη, ἀλλ' ὅτι αὐτοῖς πεποιθὼς ὁ Ἄσιος ἐν τοῖς ἑξῆς ὡς καλοῖς ἀφρονεύσεται καὶ πεσεῖται «ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος» κατὰ τὸ εἰς αὐτὸν ἐπίγραμμα. Ἰστέον δέ, ὅτι ἐν τοῖς ἑξῆς καὶ ἕτερος Ἄσιος δηλωθήσεται, μήτρως Ἕκτορος ἀπὸ Σαγγαρίου. (v. 835) Τῶν δὲ ῥηθέντων τόπων Περκώτη μὲν εἰς τοσοῦτον μόνον ἠξίωται λόγου τοῖς παλαιοῖς, εἰς ὅσον εἰπεῖν αὐτούς, ὅτι πόλις ἐστὶ Τρῳάδος καὶ ὅτι πολίτης αὐτῆς Περκώσιος καὶ ὅτι ἦν τις καὶ Παλαιπερκώτη λεγομένη καὶ ὁ ἐξ αὐτῆς Παλαιπερκώσιος. Τὸν δὲ Πράκτιον ποταμὸν δέχεσθαι ὁ Γεωγράφος βούλεται, ῥέοντα μεταξὺ Ἀβύδου καὶ Λαμψάκου—πόλις γάρ, φησίν, οὐχ' εὑρίσκεται—λέγων καί, ὅτι ὁ ποιητὴς καὶ ἐκ ποταμῶν οἰκήσεις ἐδήλωσεν, ὡς καὶ ἐν τῷ «οἳ παρὰ Κηφισσὸν δῖον ἔναιον» καὶ «ἀμφὶ Παρθένιον ποταμὸν ἔργα ἐνέμοντο». ἀλλαχοῦ δὲ λέγει καί, ὅτι ἀφανῆ χωρία ἡ Περκώτη καὶ τὸ Πράκτιον καὶ ἡ Ἀρίσβη. (v. 836) Περὶ δὲ Σηστοῦ καὶ Ἀβύδου ἐγράφη ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ ἀρκεῖ εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον διέχουσιν ἀλλήλων Σηστὸς καὶ Ἄβυδος τριάκοντά που σταδίους ἀπὸ λιμένος εἰς λιμένα, καὶ ὅτι ἡ Σηστὸς βραχεῖα μέν, εὐερκὴς δέ, σκέλει διπλέθρῳ συνάπτουσα πρὸς τὸν λιμένα, [οὗ δὴ σκέλους μείζω πάντως τὰ ἐξ Ἀθηνῶν ἕως καὶ εἰς τὸν Πειραιᾶ,] καὶ ὅτι Γύγης, βασιλεὺς Λυδῶν, ὥσπερ τὴν Τρῳάδα πᾶσαν, οὕτω καὶ τὰ χωρία ταῦτα εἶχεν ὑφ' ἑαυτῷ, οὗ καὶ ἐπιτρέψαντος ἔκτισαν τὴν Ἄβυδον Μιλήσιοι. οὐ μόνον δὲ ἡ Σηστός, ἀλλὰ καὶ ὁ Σηστός ἀρσενικῶς, φασί, λέγεται. Ἰστέον δὲ καί, ὅτι τὸ Ἄβυδος ὕστερον ἐπὶ συκοφάντου ἐτέθη παροιμιακῶς διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. ὅθεν καὶ Ἀβυδοκόμαι οἱ ἐπὶ συκοφαντίᾳ κομῶντες. τίθεται δέ, φασίν, ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δέ, φασί, καὶ εἰς μαλακίαν οἱ τῆς Ἀβύδου.