Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.558
Not analysed yet
ῥηθέντα εἶναι. ἀλλαχοῦ δὲ λέγει, ὅτι ἡ Πιτύα τῆς Παριανῆς ἐστιν, ἧς ὑπέρκειται πιτυῶδες ὄρος. (v. 829) Ἰστέον δέ, ὅτι ἐκ τῶν πιτύων οὐχ' ἡ Πιτύα παρωνόμασται μόνον, ἀλλὰ καὶ νῆσοι διάφοροι Πιτυοῦσσαι λεγόμεναι, ἃς ὁ Ἀλκμὰν Πιτυώδεις καλεῖ. ἔστι δέ, φασί, Πιτύη καὶ πόλις Καρίας, ἥτις καὶ Πισύη διὰ τοῦ σ λέγεται. Ἀπαισὸς δὲ ἐνταῦθα μὲν μετὰ τοῦ ἄλφα. φησὶ γάρ· «καὶ δῆμον Ἀπαισοῦ». εὑρεθήσεται δὲ καὶ χωρὶς τοῦ α δισυλλάβως ἐν τῷ «ὅς ῥ' ἐν Παισῷ ναῖε πολυκτήμων». οὕτω δὲ καὶ παρὰ τῷ Γεωγράφῳ λέγοντι· Παισὸς πόλις καὶ ποταμὸς μεταξὺ Λαμψάκου καὶ Παρίου. κατασπασθείσης δὲ τῆς πόλεως οἱ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον Μιλησίων ὄντες ἄποικοι, ὡς καὶ οἱ Λαμψακηνοί. ὥσπερ δὲ διχῶς Ἀπαισός καὶ Παισός, οὕτω καὶ Ἄταρνα πόλις, ἧς ὁ πολίτης Ἀταρνεύς, ἐν ᾗ καὶ τυραννεῖον Ἑρμείου. καὶ Τάρνη δὲ δίχα τοῦ α. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος». πλὴν ὅσον Ἀπαισὸς μὲν καὶ Παισὸς ἡ αὐτή, Ἄταρνα δὲ καὶ Τάρνη ἕτεραι ἀλλήλων. Τάρνη μὲν γὰρ Ἀχαίας πόλις, Ἄταρνα δὲ μεταξὺ Μυσίας καὶ Λυδίας καὶ Λέσβου, κατὰ δὲ ἑτέρους ἐπιτόμως εἰπεῖν, περί που τὴν Ἀτραμυτηνήν. (v. 829) Τήρεια δὲ ἴσως παρὰ τὸ τηρεῖν τὰ κύκλῳ, ὥσπερ καὶ Ἴδη παρὰ τὸ ἰδεῖν. αἰπὺ γὰρ ὄρος τὴν Τήρειαν λέγει ὁ ποιητής. οὕτω δὲ καὶ νῦν οὐ μακρὰν τῆς Προποντίδος ὄρος ὑψηλὸν κατοπτεῦον τὰ πέριξ τοιαύτην κλῆσιν ἔλαχε. Τειρία μέντοι διὰ διφθόγγου καὶ ι Λευκοσύρων πόλις ἐστὶ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν, ἧς ὁ πολίτης Τειριεύς, ὡς ὁ τοῦ Στειρίου Στειριεύς. ὁ δὲ Γεωγράφος τὴν Τήρειαν εἰς ὄρη Κυζικηνὰ τάσσει τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς θήρα κατεσκευάσθη βασιλική. οἱ δέ, φησί, λόφον αὐτήν φασιν ἀπὸ τεσσαράκοντα σταδίων Λαμψάκου. (v. 833) Τὸ δὲ φθισήνωρ δηλοῖ μὲν τὸν φθείροντα τοὺς ἄνδρας, ὃ δὴ σημαίνει καὶ ὁ φθισίμβροτος καὶ ὁ ἐναρίμβροτος καὶ ὁ ἀνδριφόντης καὶ ὁ βροτολοιγός. γίνεται δὲ ἀπὸ τοῦ φθίω φθίσω. ἐπεὶ δὲ τὸ φθίω διφορεῖται, ὡς καὶ ὁ Χοιροβοσκὸς ἐν τῇ Ὀρθογραφίᾳ δηλοῖ, διφορεῖται καὶ ἡ ἄρχουσα τοῦ φθισήνωρ. πολλὰ γοῦν τῶν παλαιῶν ἀντιγράφων διὰ διφθόγγου αὐτὴν ἔχουσι. [Καὶ ἔχεται λόγου ἡ τοιαύτη γραφικὴ διφόρησις. ἐκ μὲν γὰρ τοῦ φθίω φθίσω, ὡς τίω τίσω, καὶ φθίσις, ὡς τίσις, καὶ