Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.561
Not analysed yet
ἐξέλιπε. καὶ Λῆμνον δὲ καὶ Ἴμβρον ὑπὸ Πελασγῶν Ἡρόδοτος οἰκεῖσθαί φησιν, ὅτε τὰ Περσικὰ ἐγίνοντο. καὶ Ἀργεῖοι δὲ ἦσαν Πελασγοί. Φησὶ γοῦν ὁ αὐτός, ὅτι Ἀργείων ἀκρόπολιν ᾤκισε Δαναὸς καὶ Πελασγιώτας ὠνομασμένους Δαναοὺς ἐκάλεσε. δηλοῖ δὲ ταῦτα καὶ ὁ εἰπών· «πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον». πολλαχοῦ μὲν οὖν γῆς Πελασγοί, ὡς ἐρρέθη. κόμμα δὲ τοῦ τοιούτου ἔθνους καὶ οἱ ἐκ τῆς Λαρίσσης οὗτοι Πελασγοί, περὶ ἧς φασιν οἱ παλαιοί, ὅτι αὕτη νῦν συνῴκισται εἰς Ἀλεξάνδρειαν τὴν Τρῳάδα. (v. 841) Λάρισσαι δὲ πολλαὶ κατὰ τὸν Γεωγράφον, ἡ μὲν κατὰ τὴν Ἁμαξιτὸν ἐν ὄψει τελέως οὖσα τῷ Ἰλίῳ καὶ ἐγγὺς σφόδρα, περὶ ἧς οὐκ ἂν λέγοι ὁ ποιητής. μάλιστα δ' ἂν περὶ τὴν Κύμην ὑπολάβοι τις ὀρθῶς τὴν τοιαύτην Λάρισσαν. καὶ κατασκευάζει ὁ Γεωγράφος τὸ οὕτω τισὶν ὑποληφθὲν λέγων καί, ὅτι πόλις ἡ Κύμη ἐπιφανής ποτε, Ἡσιόδου πατρίς, ἧς οἱ πολῖται ἐπὶ μωρίᾳ ἐκωμῳδοῦντο, καὶ ὅτι Φρικωνὶς ἡ τοιαύτη ἐκλήθη Λάρισσα καὶ ὅτι Κύμης μὲν ἀπεῖχε σταδίους ἑβδομήκοντα, Τροίας δὲ χιλίους. διό, φησί, καὶ Ἱππόθοος ἐν τῇ Πατροκλείᾳ τῆλε ἀπὸ Λαρίσσης πεσεῖν λέγεται. καὶ ὅτι Λαρισσαίοις τοῖς Φρικωναίοις καὶ τοῖς Θετταλικοῖς ἴδιόν τι συνέβη τὸ ποταμόχωστον χώραν οἰκεῖν, ὁμοίως καὶ τοῖς Καϋστρηνοῖς. ἦν δὲ καὶ τρίτη Λάρισσα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ, φησί, πεδίῳ. Λέγει δὲ ὁ αὐτὸς ἄρχοντά τινα Πελασγῶν Πίασον ἐπιθυμῆσαι τῆς θυγατρός, ἣν Λάρισσαν ἐκάλουν. βιασάμενον δ' αὐτὴν τῖσαι τῆς ὕβρεως δίκην. ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσα τὸν μιάστορα πατέρα ἡ Λάρισσα τῶν σκελῶν λαβομένη ἐξῆρε καὶ καθῆκεν αὐτὸν εἰς τὸν πίθον. καὶ ἔστιν ἀστείως εἰπεῖν, ὡς ποινὴν ἀθεμίτου παροινίας ὁ βίαιος ἔτισε, «τὸν λοῖσθον σκύφον» κατὰ τὸν εἰπόντα «ἐκπιών», οὐχ' ὕδατος ἁλμυροῦ, ἀλλ' οἴνου καταμεθύσαντος αὐτὸν εἰς θάνατον. Ἰστέον δέ, ὅτι ὁ τῶν Ἐθνικῶν ἐπιλέκτης ἕνδεκα Λαρίσσας ἐξαριθμήσας, ὧν αἱ πλείους Εὐρωπαῖαι, οὐ Κυμαίαν λέγει Λάρισσαν τὴν Ὁμηρικὴν ταύτην, ἀλλὰ τὴν Τρῳαδικήν, ἣν ὁ Γεωγράφος ἀπείπατο. καὶ ἰδοὺ εἰς τοῦτο ἀντιφέρονται οἱ σοφοὶ οὗτοι. ἀμφοῖν δὲ μάχεται τούτοιν ὁ εἰπὼν Θετταλικὴν τὴν τοιαύτην Λάρισσαν. Ἔοικε δὲ ὁ τοιοῦτος πλάνην παθεῖν τοιαύτην τινά. ἐν τῷ ἐφεξῆς Παφλαγονικῷ καταλόγῳ γράφουσιν οἱ Σχολιασταί, ὅτι ἐκ