Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.562
Not analysed yet
τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσιανοὺς ὁ ποιητὴς ἔρχεται. ἐπεὶ οὖν οἱ πρὸ τῶν Παφλαγόνων καταλεγόμενοι Παίονες καὶ οἱ πρὸ ἐκείνων Κίκονες καὶ οἱ πρὸ αὐτῶν Ἑλλησπόντιοι Θρᾷκες Εὐρωπαῖοί εἰσιν, ᾠήθησαν καὶ τοὺς τῆς Λαρίσσης ταύτης τῆς Ὁμηρικῆς ἐκ τῆς Εὐρώπης εἶναι. καὶ τὰ ῥηθησόμενα δὲ τοῖς τοιούτοις ἔοικεν ὁμολογεῖν. Λάρισσαν γὰρ ἐνταῦθα εἰπόντος τοῦ ποιητοῦ φασί τινες, ὅτι ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτισαν· διὸ καὶ δῖοι Πελασγοί που λέγονται, ὡς ἄνωθεν Ἕλληνες, οὓς καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασί, καὶ διὰ τοῦτο δίους αὐτοὺς καλεῖ. (v. 842) Τὸ δέ «Πύλαιος» προπαροξύνεται ὡς κύριον πρὸς διαστολὴν τοῦ «πυλαῖος Ἑρμῆς». Ἐγχεσιμώρους δὲ Πελασγοὺς ἔφη, καθὰ καὶ πρὸ ὀλίγων Μύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους εἶπεν. (v. 844 s.) Ὅτι Θρήϊκας ἦγεν «Ἀκάμας καὶ Πείρως ἥρως, ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει», τουτέστιν εἴργει, συγκλείει, περιέχει. τοῦτο δὲ προσέθηκε δι' ἑτέρους Θρᾷκας, ὧν ἦρχεν Ἰφιδάμας, ὃς ἐτράφη ἐν Θρῄκῃ ἐριβώλακι, μητέρι μήλων, ἐλθὼν σὺν δώδεκα ναυσίν, ἃς ἔλιπεν ἐν Περκώτῃ, ἔτι δὲ καὶ διὰ τοὺς ὑπὸ τὸν Ῥῆσον Θρᾷκας. τοῖς δὲ περὶ Ἀκάμαντα καὶ Πείρων Θρᾳξί φασι καὶ τοὺς περὶ Μαρώνειαν συνεισφέρεσθαι. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Ἰφιδάμας καὶ Ῥῆσος οἱ ῥηθέντες τῶν ἐπηλύδων Θρᾳκῶν ἦρχον καὶ οὐ τῶν Ἑλλησποντίων. ὅτι δὲ πολεμισταὶ οἱ Θρᾷκες, γέγραπται μὲν καὶ ἀλλαχοῦ. πρὸς δὲ τὸ παρὸν εἰπεῖν ἀρκεῖ, ὅτι καὶ Εὐριπίδης διὰ τοῦτο τὴν Θρᾴκην Ἄρεος οἰκητήριόν φησι, λογογραφῶν τοὺς Θρᾷκας «εὔοπλον, εὔιππον Ἄρεϊ κάτοχον γένος». Λέγει δὲ καὶ Ἡρόδοτος, ὅτι περὶ Θρᾴκην ὁ Ἄρης καλός. ἔνθα καὶ Θρᾳκικά τινα ἱστορεῖ ἔθη, ὧν μνήμη τις καὶ ἐν Ὀδυσσείᾳ γενήσεται. ὁ δὲ Γεωγράφος καὶ τὸ πολὺ τῆς Θρᾳκικῆς περιοχῆς δηλῶν λέγει, ὡς ἡ Θρᾴκη σύμπασα ἐκ δύο καὶ εἴκοσι ἐθνῶν συνέστηκεν. [ὃ καὶ σημείωσαι. ἀληθῶς γὰρ ἀπείρων γῆ κατὰ τὴν ποίησιν, ἣν ζώνυσιν ὁ μέγας Αἷμος καὶ τὰ ὑπὲρ ἐκεῖνον καὶ τὰ ἐφεξῆς ἕως καὶ εἰς βαθὺ τοῦ Εὐξείνου καὶ ὁ Θρᾴκιος Βόσπορος καὶ ὁ Ἑλλήσποντος καὶ τὰ τούτου προσάρκτια μέχρι καὶ ἐς τὸν περιᾳδόμενον Ἄθων καὶ τὰ μετ' αὐτόν, ἐν οἷς καὶ ἡ Τορώνη καὶ τὸ Ποσείδιον. Ὅτι δὲ Θρᾳκικὸς καὶ ὁ Ἄθως, οὗ μνεία καὶ παρὰ τῷ