Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.577
Not analysed yet
τὸ Γυγαίη. Τινὲς δὲ λέγουσι καί, ὅτι, ὥσπερ Νείλου τέκνα οἱ Αἰγύπτιοι, οὕτω καὶ λίμνης ταύτης οἱ εἰρημένοι στρατηγοί, ὁ Ἄντιφος καὶ ὁ Μέσθλης, ὅν τινες καὶ Μέστρην γράφεσθαί φασι παράγοντες εἰς ὁμοιότητα τῶν δύο τούτων λέξεων τὸ φύτρη καὶ φύτλη. γράφεται δὲ ἐν τοῖς Σχολίοις καί, ὅτι ἡ Μασσαλιωτικὴ ἔκδοσις ἀντὶ τοῦ Γυγαίη λίμνη Γυραίη εἶχεν. ἡ δὲ κατ' Εὐριπίδην μετὰ τὸν τρίτον στίχον, οὗ ἀρχὴ τὸ «οἳ καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτον κατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ», οὗ δὴ στίχου καὶ ὁ Γεωγράφος μνησθείς φησιν, ὡς οὐδεμία εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. καὶ μὴν ἕτεροι κατὰ τὸν αὐτὸν Γεωγράφον εἰπεῖν Ὕδην τὴν τῶν Σάρδεων ἀκρόπολίν φασιν ἢ αὐτὰς τὰς Σάρδεις, τὸ τῶν Λυδῶν βασίλειον, αἳ καὶ ὑπὸ Κιμμερίων ἑάλωσάν ποτε. Τμῶλος δέ, φησίν, ὄρος εὔδαιμον Λυδίας, ὑπερκείμενον Σάρδεων, ἔχον σκοπὴν ἐν τῇ ἀκρωρείᾳ, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον. Σκοπὴν δὲ λέγει τὴν κοινῶς λεγομένην βίγλαν, ὅθεν κατοπτεύεται, φησί, τὰ κύκλῳ πεδία. ῥεῖ δὲ ἀπὸ τοῦ ῥηθέντος Τμώλου ὁ Πακτωλὸς καταφέρων, φησί, τὸ παλαιόν, ψῆγμα χρυσοῦ πολύ, ἀφ' οὗ ὁ Κροίσου πλοῦτος. νῦν δ' ἐκλέλοιπε τὸ ψῆγμα, ὥσπερ καὶ τὸ τῶν Ἀστύρων. Ἄστυρα γάρ, φησί, πόλις Ἀβυδηνῶν κατεσκαμμένη, χρυσία ἔχουσά ποτε, ἃ νῦν ἐξηνάλωται ὡς καὶ τὰ περὶ Πακτωλόν, ὃς καταφέρεται, φησίν, εἰς τὸν Ἕρμον τὸν ἐκδιδόντα μὲν εἰς τὴν Φωκαίαν θάλασσαν, ἀρχόμενον δὲ ἀπὸ Μυσίας ἐξ ὄρους Δινδυμήνης. οἱ δὲ προσθέμενοι τὸ προσεχῶς πρὸ βραχέων ῥηθὲν ἐπαναληπτικὸν ἔπος τὸ «Τμώλῳ ὑπὸ νιφόεντι» καὶ ἑξῆς, παρεισήγαγον τὸν αὐτὸν στίχον, ὡς καὶ αὐτὸ προεδηλώθη, καὶ μετὰ τὸ «εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς», ὡς Ἀριμαίου καὶ τοῦ τοιούτου τόπου ὄντος. Ὅτι δὲ πλουσία ἡ κατὰ Σάρδεις Ὕδη καὶ ὅλως ἡ τῶν Μῃόνων ἤτοι Λυδῶν γῆ, δηλοῖ μὲν καὶ ὁ εἰπὼν τραγικός «κερδαίνετε