Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.576
Not analysed yet
Λύδου, υἱοῦ Ἄτυος. περὶ δὲ Λυδῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. σημείωσαι δέ, ὅτι εἰ καί, ὡς νῦν εἴρηται, ταὐτίζει τοὺς Λυδοὺς καὶ τοὺς Μῄονας ὁ Γεωγράφος, ἀλλ' ἐν ἄλλοις φησίν, ὅτι, ὥσπερ ἔργον, ἤγουν δύσκολον, διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὅρια, οὕτω καὶ Λυδοὶ καὶ Μαίονες, οἱ καθ' Ὅμηρον Μῄονες, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. [(v. 865) Ὁ δὲ Ταλαιμένης ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς καὶ ὁ ταλαίπωρος.] Γυγαίη δὲ λίμνη τεκεῖν λέγεται Μέσθλην καὶ Ἄντιφον, ἢ πρὸς ἔμφασιν τοῦ ὑγροὺς καὶ ἰταμοὺς ἢ διερρυηκότας τὸν βίον αὐτοὺς εἶναι ἤ, ὅτι περὶ αὐτὴν στέργηθρόν τι, ὡς εἰκός, εἶχον, οἷα καὶ ἐπί τινι μητρὶ καὶ τροφῷ, νηχόμενοι τυχὸν ἢ καὶ ἰχθυώμενοι κατ' αὐτήν. εἰκὸς δὲ καὶ τὴν σφῶν μητέρα περὶ αὐτὴν τὴν Γυγαίαν λίμνην ἐκτεκεῖν αὐτοὺς ἢ ἐκεῖ που τὰ νυμφεῖα ἐκτελέσαι. Ἔστι δέ, ὡς ὁ Γεωγράφος φησί, κατὰ τὴν Σαρδιανὴν ἐν σταδίοις τεσσαράκοντα ἀπὸ τῆς πόλεως, ἐκλήθη δὲ ὕστερον, φησί, Κολόη, ὅπου καὶ ἱερὸν Κολοηνῆς Ἀρτέμιδος, ἁγιστείαν μεγάλην ἔχον. Φασὶ δ' ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδ' ὅπως, φησί, παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες. ἕτεροι δὲ καὶ Ἀθηνᾶν Γυγαίαν αὐτόθι τιμᾶσθαί φασιν. οἱ δὲ Σχολιασταὶ τὸ μὲν Γυγαίη δέχονται κατ' εὐθεῖαν πτῶσιν, τὸ δὲ λίμνῃ κατὰ δοτικὴν καὶ φάμενοι τὴν Γυγαίην θυγατέρα Γύγου συντάσσουσιν οὕτω· «οὓς ἡ Γυγαίη ἔτεκε παρὰ τῇ λίμνῃ» λέγοντες καί, ὅτι οὐκ ἐκτίθεται ὁ ποιητὴς λιμνῶν τέκνα. Λέγουσι δὲ καὶ στίχον λελοιπέναι τὸν σημαίνοντα τὸ ὄνομα τῆς μητρὸς τῶν ῥηθέντων στρατηγῶν. ληροῦσι δέ, φασίν. οὐ γὰρ εὕρηται τοιοῦτος στίχος οὐδαμοῦ. ἀρέσκει οὖν τοῖς παλαιοτέροις εὐθεῖαν εἶναι καὶ τὸ λίμνη, καθὰ καὶ