Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.579
Not analysed yet
τοιούτοις. ἦν δὲ καὶ Ἑλληνικός, φασί, Κάρ, υἱὸς Φορωνέως, ἀφ' οὗ Καρία ἐκαλεῖτο ἡ ἐν Μεγάροις ἀκρόπολις. ἡ δὲ Καρία καὶ Καρίνη λέγεται καὶ Καρὶς δέ, φασίν, ὅθεν καὶ ἡ Κῶς Καρὶς ἐλέγετο κατὰ τὸν ἐπιλέκτην τῶν Ἐθνικῶν. δοκοῦσι δὲ καὶ εἰς ὁπλισμὸν συνεισενεγκεῖν τι οἱ Κᾶρες. τὰ γοῦν ὄχανα τῶν ἀσπίδων Καρικὰ λέγεται καὶ οἱ λόφοι. φησὶ γοῦν Ἀνακρέων «Καρικοεργέος ὀχάνου». καὶ Ἀλκαῖος «λόφον σείων Καρικόν». Ὁ δὲ Γεωγράφος παρασημειοῦται, ὅτι ἐκ τοσούτων ἐθνῶν μόνους τοὺς Κᾶρας βαρβαροφώνους ὁ ποιητὴς εἶπεν. αἰτιολογῶν δὲ αὐτὸς τὴν τοιαύτην κλῆσιν λέγει, ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὰ τοῦ σοφοῦ πολλά, ὅτι τὸ βάρβαρον ἐξεφωνήθη τὰς ἀρχὰς ἐπὶ τῶν δυσεκφόρως καὶ σκληρῶς καὶ τραχέως λαλούντων, ὡς καὶ τὸ βαταρίζειν καὶ τὸ τραυλίζειν. τῶν γοῦν τραχυστομούντων ἐντεῦθεν βαρβάρων λεγομένων, ἐπειδὴ καθ' ὅλην οἱ Κᾶρες ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες καὶ ἐγνωρίσθησαν, πυκνὸν ἦν ἐπ' αὐτῶν τὸ βαρβαρόφωνον καὶ βαρβαρίζειν ἐκεῖθεν ἐλέγετο τὸ οἷον καρίζειν. ἐντεῦθεν δέ, φησί, κατεχρησάμεθα ἐθνικῷ κοινῷ ὀνόματι, ἀντιδιαιροῦντες βαρβάρους πρὸς Ἕλληνας οὐκέτι διὰ παχυστομίαν ἢ τραχυστομίαν καὶ ἀφυΐαν φωνητικῶν ὀργάνων, ἀλλὰ κατὰ διαλέκτων ἀνομοιότητα. πρώην δὲ οὐκ ἦν τοῦτο. Θουκυδίδης οὖν φησι μὴ λέγεσθαι βαρβάρους διὰ τὸ μηδὲ Ἕλληνάς πω εἰς ἓν ἀποκεκρίσθαι ἀντίπαλον ὄνομα. ταῦτα τὰ τοῦ Γεωγράφου, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν. ὅτι δὲ μισθοφόροι οἱ Κᾶρες, καθωμίληται. ῥηθήσεται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ «τίω δέ μιν ἐν Καρὸς αἴσῃ». Ἕτεροι δέ φασιν, ὅτι μόνους ἐθνῶν τοὺς Κᾶρας οὕτως ἔσκωψεν ὁ ποιητὴς διὰ τὴν ἔχθραν τῶν Ἰώνων· Ἴων μὲν γὰρ Ὅμηρος, Κᾶρες δὲ Ἴωσιν ἐχθροί. ἢ διότι, φασί, Κρητῶν ἄποικοι ὄντες ἠχρήστωσαν τὴν Ἑλλάδα φωνὴν ἢ ἐπειδὴ ἀγριόφωνοι ἦσαν καὶ ὅτι τὰ ἀρρενικὰ θηλυκῶς ἔλεγον καὶ ἀνάπαλιν. τοῦτο δέ, φασίν, εἰ καὶ Ἕλλησι συνέβαινεν, ἀλλ' οὖν σπανίοις καὶ οὐ κατ' ἄνδρα καὶ ἐν τῷ λεληθότι, Καρσὶ δὲ συνεχῶς καὶ διαδήλως, ἤδη κατὰ πᾶσαν Ἑλλάδα μισθαρνοῦσιν. [Ἐπὶ τούτοις ἰστέον καί, ὅτι τοῦ βαρβαρίζειν καὶ τοῦ σολοικίζειν διαφερόντων παρὰ τοῖς ὕστερον, παρ' οἷς ὁ μὲν βαρβαρισμὸς ἁμαρτία ἐστὶ προφορᾶς περὶ λέξεις ἢ