Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.580
Not analysed yet
τόνους γινομένη, ὁ δὲ σολοικισμὸς περὶ σύνταξιν ἐννοίας σῷον λόγον αἰκίζουσα, ὡς οἱ Ἐτυμολογοῦντές φασιν, ὅμως ἄλλως ταὐτίζοντες ἀμφότερά τινες τοὺς βαρβάρους σολοίκους ἔλεγον. καὶ προφέρονται χρήσεις Ἱππώνακτος μὲν τὸ «καὶ τοὺς σολοίκους, ἵν' ἐθέλουσι, περνᾶσιν». Ἀνακρέοντος δὲ τὸ «σόλοικος φθόγγος», ὅπερ ἐστὶ βαρβαρικός.] (v. 868) Μίλητος δὲ ἡ Καρικὴ αὕτη ἐμνημονεύθη μὲν πρὸ τούτου ἐν τῇ Κρητικῇ καὶ τοῖς τοῦ Περιηγητοῦ δὲ ἔγκειται, καθὰ καὶ ὁ Μαίανδρος, Καρικὸς νῦν φαινόμενος ποταμός. εἰρήσεται δέ τι περὶ αὐτῆς καὶ μετ' ὀλίγα ἐν τῷ Λυκιακῷ καταλόγῳ. Φθιρῶν δὲ ὄρος ὀνομαστικῶς τὸ ἔχον πολλοὺς φθῖρας, περὶ οὗ φησιν ὁ Γεωγράφος, ὅτι Φθιρῶν ὄρος παράλληλον ἑτέρῳ ὄρει, τῷ Λάτμῳ. ὁ δὲ Ἐθνογράφος φησίν· «Φθίρ, ὄρος Καρίας. οἱ κατοικοῦντες Φθῖρες». οἱ δὲ Σχολιασταὶ οὕτω· «Φθιρῶν ὄρος Καρίας περὶ Μίλητον, πολλὰς ἔχον πίτυς, ὧν τὰ ἐξανθήματα οὕτω καλεῖται ὡς ὅμοια φθειρσίν». οἳ καὶ δίρκοι λέγονται, ὡς δηλοῖ Παυσανίας ἐν τῷ κατ' αὐτὸν Λεξικῷ εἰπών· «δίρκοι οἱ φθεῖρες». ἡ δὲ γραφὴ τῆς παραληγούσης τῶν Φθιρῶν τούτων διάφορος κατὰ τὸν Χοιροβοσκόν. οἱ μὲν γὰρ πλείους διὰ διφθόγγου γράφουσιν αὐτό, ὁ δὲ τεχνικός, φησί, διὰ τοῦ ι, τεχνικὸν λέγων τὸν Ἡρωδιανόν. παρὰ τὸ Φθίρ γάρ, φησί, γέγονε κύριον, τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. ἡ δὲ διὰ διφθόγγου γραφὴ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὴν πίτυν ἢ τοὺς κώνους τῆς