Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.589
Not analysed yet
ἔχουσιν, ἀλλ' ἑτεροῖαι περιφέρονται.] (v. 7) Ἠέριαι δὲ τοῖς Πυγμαίοις αἱ γέρανοι ἐπιτίθενται, ὅ ἐστι πρωϊναὶ ἢ διὰ τοῦ ἀέρος πετόμεναι. ἡ δὲ λέξις κεῖται καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὅρα δὲ ἐνταῦθα καὶ τὸ φέρειν ἐνεργητικῶς τε λεχθὲν ἅμα καὶ παθητικῶς ἐν τῷ «φέρουσαι» καὶ «προφέρονται». καὶ ὅτι οὐδ' ὅλως οὐδ' ὑπόνοιαν βαστάγματος ἐμφαίνει ἐνταῦθα τὸ φέρειν κατὰ τοὺς τοῦ ἄγειν καὶ φέρειν παρατηρητάς, ὡς οὐδ' ἐν τῷ διαφέρειν καὶ διαφέρεσθαι, ἀφ' ὧν ἡ διαφορὰ καὶ ὁ τῷ πατρὶ διάφορος ἤγουν ἐναντίος, οὐδ' ἐν τῷ ἐμφέρειν, ὅθεν ἐμφέρεια, ἡ ὁμοιότης, οὐδ' ἐν τῷ συμφέρειν, ἐξ οὗ καὶ τὸ κοινῶς συμφέρον, τὸ καὶ συνοῖσον, καὶ ἡ ξυμφορά, ἥ τε βαρεῖα καὶ ἡ ἁπλῶς κατὰ ἀπόβασιν, οὐδ' ἐν τῷ περιφέρειν καὶ ἀποφέρειν καὶ ὑποφέρειν, ὧν γεννήματα ἡ κατὰ κύκλον περιφέρεια καὶ ἀποφορά, ἡ ὀδμή, καὶ ὑποφορὰ καὶ ἀνθυποφορά, αἱ ῥητορικαί, οὐδ' ἐν τῷ προφέρειν καὶ ἐκφέρειν, ὧν τοῦ μὲν ἡ κατὰ λόγον προφορά, τοῦ δὲ τὸ «ὅτ' ἂν ἐκφέρῃ μέγα». ἡ μέντοι νεκρικὴ ἐκφορὰ καὶ ἡ ἐκφόρησις καὶ τὰ τούτων ῥήματα, δῆλον, ὅτι δηλοῦσι βάσταγμα κατὰ τούς, ὡς ἐρρέθη, παρατηρήσαντας. (v. 8 s.) Ὅτι ἐπαινῶν τὸ τῶν Ἀχαιῶν ὁ ποιητὴς ἐνταῦθα εὔκοσμόν φησιν· «οἳ δ' ἂρ ἴσαν», ὅ ἐστιν ἐπορεύοντο, καθὰ πολλαχοῦ λέγεται, «μένεα πνείοντες Ἀχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι». καὶ τῷ ὄντι ἐπαινετέοι εἰσίν, οἳ τῶν Τρώων κλαζόντων αὐτοὶ σιγῇ ᾔεσαν, πλὴν οὐ κατεπτηχότες—ἐμποιεῖ γάρ ποτε καὶ τὸ δέος σιγήν—ἀλλὰ μένεα μὲν πνέοντες καὶ ἀλεξήσειν ἀλλήλοις ἐθέλοντες, σιγῶντες δέ, ὡς ἂν ἐπιταττόντων ἔχοιεν ἀκούειν τῶν ἡγεμόνων. καὶ ὅρα τὸ «μένεα πνέοντες», ἤγουν ζῶντες μένος καὶ ἀνδρία ὄντες αὐτόχρημα, ὡς οἷα σύστασιν καὶ πνοὴν τὸ μένος ἔχοντες. ἐκ τούτου δὲ καὶ τὸ θυμοῦ πνέειν εἴληπται τοῖς μεθ' Ὅμηρον. ἢ καὶ ἄλλως εἰπεῖν μένεα πνέοντες καὶ οὐ κατὰ τοὺς Τρῶας ἐνοπὴν καὶ κλαγγήν, ἁπλούστερον δὲ εἰπεῖν, ταὐτά εἰσι τὸ μένεα πνέοντες καὶ τὸ θυμῷ μεμαῶτες. ἐπεὶ γὰρ μένος καὶ ἡ ψυχικὴ προθυμία, μένος οἷον πνέει ὁ τῇ ψυχῇ προθυμούμενος. (v. 10—4) Ὅτι τὸν Νότον γεννητικὸν ὁμίχλης φησὶ φυσικῶς λέγων, διαγράφει δὲ καὶ τὴν αὐτῆς πύκνωσιν λέγων τοσοῦτον διϊκνεῖσθαι τὴν ὄψιν διὰ τοῦ πάνυ ὁμιχλώδους ἀέρος, εἰς ὅσον ἂν ἀφίκοιτο λίθου βολή. καὶ ταῦτα οὕτως φύσει εἰπών, εἶτα καὶ πραγματικά τινα προστίθησι διὰ πολυπειρίαν τῶν ἀκροωμένων λέγων τὴν ὁμίχλην ποιμέσι μὲν οὐ φίλην εἶναι, τῷ κλέπτῃ δὲ ἀμείνω καὶ τῆς νυκτός, διὰ τὸ μὴ πάνυ πεφυλάχθαι ἡμέρας τὰ βοσκήματα, ἀλλ' εὐεπιβούλευτα εἶναι κλέπταις διὰ τὸ σκεδάννυσθαι αὐτὰ ἐν τοιαύτῃ ὁμίχλῃ. ᾗ καὶ ἀπεικάζει τὸν ἐν τῷ θέρει γῆθεν αἰρόμενον ἢ καὶ