Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.588
Not analysed yet
ῥοάων» ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ «ἐπ' Ὠκεανοῖο ῥοάς». χρῶνται δὲ τῷ σχήματι τούτῳ μάλιστα καὶ οἱ συγγραφεῖς, οἷον· ἤλασεν ἐπὶ τῆς δεῖνα πόλεως ἢ ἀπῆλθεν ἢ εἴ τι τοιοῦτον. (v. 6) Ἰστέον δέ, ὅτι διὰ μὲν τῶν γεράνων τὸν Τρωϊκὸν ὁ ποιητὴς αὔξει θροῦν, ὡς προείρηται, τῷ δὲ τῶν Πυγμαίων ἐπεισοδίῳ διὰ τὸ ξένον τῆς ἱστορίας ψυχαγωγεῖ τὸν ἀκροατὴν τὸ σύνηθες ποιῶν. φιλοτιμεῖται γὰρ ἐν ταῖς παραβολαῖς πολλά, ὡς προγέγραπται, τῷ ἀκροατῇ συντείνοντα πρὸς πολυμάθειαν. Λέγεται δέ, ὅτι οἱ Πυγμαῖοι οὐδὲ πηχυαῖοι τὸ μέγεθός εἰσι. παρωνομασμένοι γάρ εἰσι πυγόνι. πυγούσιον δέ ἐστι διάστημα τὸ ἀπὸ ἀγκῶνος ἕως τοῦ μικροῦ δακτύλου ἢ καὶ τῶν δακτύλων συνεσταλμένων. Ἱστορεῖται δὲ καί, ὅτι κέρατα περιτίθενται καὶ ἐν σχήματι κριῶν, ὡς Ἑκαταῖός φησι, κρόταλα ψοφοῦσι καὶ οὕτω τὰς πυγμαιομάχους γεράνους ἀμύνονται καταφρονούσας ἄλλως τοῦ μήκους. γεωργικοὶ δέ εἰσιν, ὥς φασιν. ὅτι δὲ καὶ ἀξίνῃ ἐχρήσαντο ἐπὶ τὸν ἄσταχυν, γελοῖον μὲν καὶ οὐ πιθανόν, λέγεται δέ. ἀρέσκει δὲ καὶ Ἀριστοτέλει μὴ μῦθον εἶναι τὰ κατὰ τοὺς Πυγμαίους. Λέγει γάρ, ὅτι περί που τὰ ἕλη τὰ ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥέει, ἔστι κατὰ ἀλήθειαν γόνος τοιοῦτος, μικροὶ καὶ αὐτοὶ καὶ οἱ ἵπποι. εἰσὶ δέ, φησί, τρωγλοδύται τὸν βίον. ὁ δὲ Γεωγράφος πεντασπιθάμους καὶ τρισπιθάμους ἀνθρώπους ἱστορῶν πόλεμον πρὸς τοὺς τρισπιθάμους εἶναι ταῖς γεράνοις φησίν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται καί, ὅτι ἱστορεῖται, ὡς οἱ μικροὶ ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται καὶ ὅτι οἱ Πυγμαῖοι πέρδιξι καὶ γεράνοις πολεμοῦσιν. [Εἰ δὲ μὴ καθαρῶς ἐκ τῆς πυγόνος οἱ Πυγμαῖοι παρώνυμοι ἀλλ' ἐκ τῆς πυγμῆς, καινὸν οὐδέν. διὰ γὰρ τὸ σαφὲς τῆς τῶν δακτύλων συστολῆς, οἷς πρὸς πῆχυν μετροῦνται συνεσταλμένοις οὖσιν, οὐ Πυγόνιοι λέγονται ἤ τι τοιοῦτον, ἀλλὰ Πυγμαῖοι. Ὅτι δὲ καὶ βόρειοι Πυγμαῖοι περί που τὰ τῆς Θούλης ἀντιπέραια, ἔνθα τὰ Ἰγκλικά, βραχύσωμοι καὶ αὐτοὶ καὶ ὀλιγοχρόνιοι ἐς τὸ παντελές, βέλεσι χρώμενοι λεπτυνομένοις ὡς εἰς βελόνην, περιᾴδεται. καί εἰσιν οἳ βεβαιοῦνται ἀνθρωπάρια τοιαῦτα ἰδεῖν. αἱ μέντοι Πιθηκοῦσσαι νῆσοι οὐ τοιούσδε τινὰς