Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.591
Not analysed yet
ἐξ οὕτω πολλοῦ καὶ ἀσχέτου θράσους κατὰ γυναῖκα ἐδάκρυε, καὶ τὸν Ἀλέξανδρον δὲ τοιοῦτον ὧδε καθυπογράφει φάμενος· «οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν», ἤγουν κατ' ἀλλήλων, «ἰόντες, τοῖσιν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής». εἶτα καὶ τὸν ὁπλισμὸν αὐτοῦ φράζων Ὅμηρος ἐπάγει· «παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους» εἰς μάχην, οἳ ἑώρων αὐτόν «ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα». καὶ νῦν μὲν οὕτω θρασὺς ὁ Πάρις. (v. 30—7) Νοήσας δὲ Μενέλαον ἐν προμάχοισι φανέντα «κατεπλήγη φίλον ἦτορ, ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων», φυγὼν ἀγεννῶς παλίνορσος, ὥσπερ τις δράκοντα ἰδὼν ἐν ὄρει καὶ εἰς ὦχρον μεταχρωσθεὶς καὶ τρόμον παθών, καθάπερ ὁ ποιητὴς ἐρεῖ προϊών. (v. 31) Ἐν τούτοις δὲ ὅρα τὸ κατεπλήγη, οὕτως εἰπεῖν ἀρέσαν τῷ ποιητῇ. ἄλλως γὰρ πληγῆναι μέν φασιν ἐπὶ σώματος, καταπλαγῆναι δὲ ἐπὶ ψυχῆς, ὥσπερ καὶ ἐκπλαγῆναι, οἷον· «ἔρωτι θυμὸν ἐκπλαγεῖσα» παρ' Εὐριπίδῃ, ὅθεν καὶ ἔκπλαγος, ὡς προγέγραπται, καὶ κατὰ μετάθεσιν ἔκπαγλος, ὁ ἐκπλήττειν δυνάμενος. Σημείωσαι δὲ καί, ὡς θαυμασίως Ὅμηρος, ἐν οἷς δοκεῖ ἐπαινεῖν τὸν Ἀλέξανδρον, πλαγίως πως ψέγει αὐτόν. (v. 16) Τὸ γοῦν θεοειδής, ὃ πεντάκις ἐν τοῖς ἄρτι ἐπιλέγει τῷ Ἀλεξάνδρῳ, ἔστι μὲν ταὐτόν, ὡς εἴπερ εἴποι αὐτὸν θεοῖς ἐοικότα τὸ εἶδος ἤτοι περικαλλῆ. ὅτι δὲ ἐπὶ ψόγου λέγει αὐτό, δῆλον ἐν οἷς μετ' ὀλίγα ὁ Ἕκτωρ ὀνειδίζων ἐρεῖ· «Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά». τὸ γὰρ εἶδος ἄριστε ταὐτόν πώς ἐστι τῷ θεοειδές. καὶ μετ' ὀλίγα· «οὕνεκα καλὸν μέν σοι εἶδος, οὐκέτι δὲ βίη φρεσὶν οὐδέ τις ἀλκή». οὕτω καὶ ἐν Ὀδυσσείᾳ λέγει περὶ Ἀντινόου «οὐκ ἄρα σοί γ' ἐπ' εἴδει καὶ φρένες ἦσαν». καὶ τῷ ὄντι ὄνειδος εἶδος καλὸν οὐχ' ὁμοιούμενον ψυχῇ. τινὲς δὲ τὸ θεοειδής ἀντὶ τοῦ θεοῖς εἰδόμενος, κατὰ τὸ εὐγενὲς δηλαδὴ καὶ τὸ τοῦ τοξεύειν ἐπιστημονικόν. ὅτι δὲ οὐδ' οὕτω ἐξ ὀρθοῦ ἐπὶ ἐπαίνου καθαροῦ λαμβάνει Ὅμηρος τὸ θεοειδές, δηλοῖ εἰπών, ὡς καθ' ὅμιλον ἔδυ Τρώων δείσας Ἀλέξανδρος θεοειδής, ὃ ταὐτόν ἐστι τῷ «ἂψ εἰς ἑτάρους ἐχάζετο». αἰσχύνει γὰρ τὸ θεοειδὲς ὁ φεύγων. εἰ δέ γε καὶ ἀληθῶς ἐπὶ ἐπαίνου εἴρηται, σημείωσαι, ὡς οὐ σκωπτικὸς ὁ ποιητής, ἀλλ' αὐτὸς μὲν ἐπαινῶν θεοειδῆ τὸν Ἀλέξανδρον λέγει, ἀφ' ὧν ἔχει καλῶν, τὰ δὲ ψογερά, τὸ «Δύσπαρι, εἶδος ἄριστε» καὶ τὰ ἑξῆς, οὐχ' ὁ ποιητὴς ἀλλ' ὁ Ἕκτωρ τοῦ ἀδελφοῦ κατέλεξεν. Ἔοικε δὲ καὶ ἀντιθετικῷ σχήματι τὸ «Δύσπαρι, εἶδος ἄριστε». οἱονεὶ γάρ φησιν, ὅτι ὁ Πάρις κακὸς μὲν ἄνθρωπός ἐστι, τὸ δὲ εἶδος ἄριστος, ἤτοι καλὸς τὸ εἶδος, ὅπερ γυναικῶν μάλιστα ἔπαινος. διόπερ ἐν τοῖς ἑξῆς εὐειδέα τὴν Ἑλένην ἐρεῖ. ἐπιτείνει δὲ τὸν ἔπαινον τοῦτον μάλιστα τῷ Πάριδι, ὅτε εἴπῃ αὐτὸν κάλλει στίλβειν. (v. 17) Παρδαλέην δὲ