Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.592
Not analysed yet
ὤμοις Ἀλέξανδρος ἔχει, ἐπεὶ μὴ ἦν βριθὺς ὁπλίτης. διὸ τόξα καὶ ξίφος καὶ δύο δόρατα ἔφερεν, ὡς ἂν ἔχοι τάχα φεύγειν ἐλαφρότερον. ἐν δὲ τοῖς ἑξῆς καὶ ἄλλους ἥρωας εὑρήσομεν δορὰς ζῴων περικειμένους, τὸν μὲν λεοντῆν, τὸν δὲ λυκέην. ἔστι δὲ παρδαλέη δορὰ παρδάλεως, ὥσπερ καὶ λεοντέη ἡ τοῦ λέοντος, κατὰ ἔλλειψιν τοῦ δορά, καὶ λυκέη ἡ τοῦ λύκου καὶ τραγέη ἡ τοῦ τράγου. Ἰστέον δέ, ὅτι παρ' Ἡροδότῳ κεῖται καὶ ἀνθρωπείη, ἡ τοῦ ἀνθρώπου δορά, ἐν τῷ «σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπείην». ἐντελῶς δὲ ἔφρασεν Ἡρόδοτος ἀνθρωπείην εἰπών. τοιοῦτον δὲ καὶ ἡ ταυρείη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ἡ ἀπαθὴς παρδαλείη καὶ λεοντείη καὶ λυκείη καὶ τραγείη, ἃ ἐξωθήσαντα μὲν τὸ τῆς διφθόγγου ι παρδαλέη γίνεται καὶ λεοντέη καὶ λυκέη καὶ τραγέη καὶ τὰ ὅμοια κατὰ τὸ κυνέη καὶ κτιδέη, κραθέντα δὲ κατὰ τὸ συκέα συκῆ, γαλέα γαλῆ καὶ μυγαλῆ, νέα νῆ, σελήνη, ὡς ἐν τοῖς ἑξῆς που φανεῖται, ἀμυγδαλέα ἀμυγδαλῆ, ἀναγκαίως περισπῶνται κατὰ τὸ χαλκέα χαλκῆ, χρυσέα χρυσῆ καὶ ὅσα τοιάδε. διὸ καὶ τὰς τραγᾶς ἀναλόγως περισπῶμεν. Ἰστέον δὲ καί, ὅτι παροιμιωδῶς παρὰ τοῖς ὕστερον παρδαλέην ἐνεῖσθαι λέγεται ὁ ποικίλος τὸν τρόπον καὶ οἷον πολύστικτος τὸ ἦθος κατὰ τὴν πάρδαλιν, ὥσπερ καὶ ἀλωπεκῆν ὁ κερδαλέος καὶ δόλιος κατὰ τὴν κερδὼ καὶ λυκέην ὁ ὕπουλος ἅρπαξ. φορεῖν δὲ καὶ νεβρίδα ῥηθείη ἂν Διονυσιακῶς ὁ δειλὸς καὶ μέθυσος, ἤδη δὲ καὶ ποικίλος καὶ παλίμβουλος, ἐπεὶ στικτόν τι καὶ ἡ νεβρίς. οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰ τὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῷ Ἀρριανῷ. ἀχρειοῖ γὰρ τὸ ὄνομα τοῦτο ἡ κατὰ τὸν Αἰσώπειον ὄνον παροιμία, ὃς περιεδύσατο λεοντῆν, καθά που καὶ καλὸν κροκωτὸν ἡ ὁμοίως μυθευομένη γαλῆ. Τὸ δὲ καμπύλα τόξα τρόπῳ ποιητικῷ πληθύνεται, καθὰ καὶ τὸ ἅρματα καὶ ὄχεα, ὡς πολλαχοῦ φανήσεται. ὅθεν καὶ Εὐριπίδης λαβών φησιν ὀχήματα ἤγουν ἅρμα. Καμπύλα δὲ κοινῶς πάντα τὰ τόξα. οὕτω δὲ καὶ ἀγκύλα καὶ ῥαιβὰ δέ, ὡς παρὰ Λυκόφρονι, καὶ σκολιὰ καὶ παλίντονα δέ. τοῦτο δὲ δοκεῖ παρὰ τῷ Ἡροδότῳ σκέψιν ἔχειν. λέγων γάρ, ὅτι τόξα παλίντονα Ἀράβιοι εἶχον, δίδωσιν ὑπονοεῖν,