Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.603
Not analysed yet
σχῆμα θυμῷ καὶ ἀγωνίᾳ πρέπον καὶ πάνυ σφοδρὸν κατά τε τὰς ἐννοίας καὶ τὰ κομματικὰ σχήματα καὶ τὸν τῆς ἐρωτήσεως ἔλεγχον, τὸ «ἆρα τοιόσδ' ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκα εὐειδέα ἀνῆγες;» τέσσαρας γὰρ ἀσυνδέτους ἔφη μετοχὰς γοργῶς τὸν λόγον μεταχειρισάμενος. οὕτω καὶ πρὸ ὀλίγου ἔφη ἐν τῷ «μεγάλῳ ἐπὶ σώματι κύρσας εὑρὼν ἢ ἔλαφον ἢ αἶγα πεινάων». καὶ ἐκεῖ γὰρ τρεῖς μετοχαὶ κεῖνται γοργότερον δίχα συνδέσμου συνεπιτρέχοντος οἷον τοῦ ποιητοῦ τῇ σπουδῇ τοῦ λέοντος. Σημείωσαι δὲ καί, ὅπως ἐν τοῖς ῥηθεῖσιν εἰς ταὐτὸν ἄγει τῇ Ἑλένῃ τὸν Πάριν ὁ Ἕκτωρ. ἐκεῖνόν τε γὰρ εἶδος ἄριστον λέγει καὶ τὴν Ἑλένην δὲ εὐειδέα καὶ ἐξ Ἀφροδίτης δὲ αὐτὸν ἔφη λαβεῖν τό τε εἶδος καὶ τὴν κόμην, ὃ καὶ τῇ Ἑλένῃ ἂν πρέποι ῥηθῆναι, ἥτις δι' αὐτὸ καὶ εὔκομος λέγοιτ' ἄν. Ἕλληνες μέντοι οὐχ' οὕτω καρηκομόωντες, ὡς καὶ προσεχῶς γέγραπται. (v. 48) Σημείωσαι δὲ καί, ὅτι διαφορὰν ἔχει τὸ εὐειδής καὶ τὸ θεοειδής, εἴπερ ἀνδράσι μὲν τὸ θεοειδές, γυναιξὶ δὲ τὸ εὐειδές ἐπιλέγεται. [καὶ ὅτι διαφέρετον κατὰ τοὺς παλαιοὺς εὔμορφος καὶ εὐειδής· εὔμορφος μὲν γὰρ ἡ εὐπρόσωπος, εὐειδὴς δὲ ἡ κατὰ πᾶν τὸ ἐκτὸς καλὴ καί, ὡς εἰπεῖν, εὖ ἔχουσα φυῆς, ὅπερ ἐστὶ περικαλλὴς ἐν συμμετρίᾳ μελῶν καὶ μερῶν.] Καὶ ὅτι Ὅμηρος πρῶτος εἰς ταὐτὸν ἄγει τὸ εὖ καὶ τὸ ἄριστον εἰπὼν κατὰ σχῆμα πολυωνυμίας εὐειδῆ μὲν τὴν Ἑλένην, ἄριστον δὲ εἶδος τὸν Ἀλέξανδρον. Ἰστέον δέ, ὅτι τὸ μέν «ἐν ποντοπόροις ναυσίν» ἄκυρον ἔχει προσθήκην, περὶ ἧς ἐν τῇ ηʹ ῥαψῳδίᾳ ῥηθήσεται. τὸ δὲ ἐπιπλώσας γίνεται μὲν ἐκ τοῦ πλώω, δισυλλάβου ῥήματος, εὕρηται δὲ ἀλλαχοῦ ἐπιπλώς κατὰ ἀποκοπήν. (v. 46) Τὸ δέ «τοιόσδε ἐών» ἀνεκφάντως καὶ οἷον μυστικῶς λεχθὲν διὰ θυμικὴν γοργότητα πολλὴν καί, ὡς εἰπεῖν, ἄρρητον ἐμφαίνει τοῦ Πάριδος οὐθένειαν, ὥσπερ τὸ «οἵου ἀνδρὸς ἔχεις παράκοιτιν» πολλὴν ἐκ τοῦ ἐναντίου ὑποδηλοῖ τοῦ Μενελάου καὶ ἀνέκφραστον περιφάνειαν. (v. 47) Ἐρίηρες δὲ ἑταῖροι οἱ ἄγαν ἀρηρότες ἢ ἐραστοί. (v. 48) Περὶ δὲ τοῦ ἀνάγειν, ὅτι ἐπὶ τῶν ἀναπλεόντων λέγεται, πολλαχοῦ φαίνεται. (v. 49) Ἀπία δὲ γῆ κἀνταῦθα, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, ἡ ἄπο ἀφεστῶσα καὶ ἀλλοδαπὴ καὶ, ὡς ἂν εἴποι τις Ὁμηρικός, τηλοῦ ἀπὸ Τροίας, κατὰ δὲ ἄλλους φάναι ποιητάς, ἡ τηλουρός. οἱ μέντοι νεώτεροι τὴν Πελοπόννησόν φασιν ἀπό τινος Ἄπιδος ἢ Ἄπεως, περὶ οὗ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Νυὸς δὲ ὄνομα συγγενικόν, ὅ ἐστι νύμφη, δηλοῦν συμβολικῶς οὕτω μαχήσασθαι προθύμως τοὺς Ἀχαιοὺς ὑπὲρ Ἑλένης, ὡς ἀδελφοὺς ὑπὲρ νύμφης, οἷα τῷ Μενελάῳ προσφερομένους ἀδελφικῶς διὰ τὸ φιλάλληλον. [Ἰστέον δέ, ὡς, εἴ τις ἐρεῖ ἀπὸ τῆς λεχθείσης νυοῦ καὶ νύμφην λέγεσθαι τὴν ἀναφανεῖσαν