Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.602
Not analysed yet
χορεύειν.] Ἰστέον δέ, ὅτι τινὲς μὴ εὑρόντες Ἀλέξανδρον παρὰ τῷ ποιητῇ κιθαρίζοντα μεταγράφουσι κίδαρις ἀντὶ τοῦ κίθαρις· ἔστι δὲ πίλου γένος ἡ κίδαρις, ἅπαξ, φασί, ῥηθεῖσα ἐνταῦθα τῷ ποιητῇ, λέγοντες καὶ ἄλλα εἶναι ἅπαξ λεγόμενα παρ' Ὁμήρῳ τε καὶ ἄλλοις. Ὀππιανὸς οὖν λατύσσεσθαι πτερυγίοις ἰχθύας φησὶ καὶ ἔλαφον πτώσσειν ἠλέματον. Αἰσχύλος δὲ ὀβρίκαλά φησι τοὺς λεοντιδεῖς καὶ βαλῆνα τὸν βασιλέα ἐν τῷ «βαλὴν ἀρχαῖος βαλήν». [γλώσσης δὲ τοῦτο, ἐξ οὗ καὶ ὄρος Βαλιναῖον, ὅ ἐστι βασιλικὸν παρὰ Πλουτάρχῳ ἐν τῷ Περὶ ποταμῶν.] Λυκόφρων δὲ σίγυμνον ἢ σίγυννον, ὡς ἐν Βοιωτίᾳ ἐρρέθη, τὸ ὁλοσίδηρόν φησιν ἀκόντιον. Εὐριπίδης δὲ ἆπος οὐδετέρως τὸν κάματον ἔφη καὶ «ἐπεζάρει Σφίγξ» ἀντὶ τοῦ ἐπεβάρει, καθ' ὁμοιότητα τοῦ βέρεθρον ζέρεθρον, καὶ κατακονάν ὀνοματικῶς τὴν διαφθορὰν Δωρικώτερον ἢ κατακονᾶν ῥηματικῶς τὸ καταθήγειν. καὶ «ῥόπτρον» δέ, φησί, «δίκης ἔπαισέ τινα», ἤγουν θεόθεν τιμωρία, ὡς ἀπὸ τοῦ ῥόπτρου, ὅπερ ἐστὶ κατὰ τοὺς παλαιοὺς πλῆγμα ἢ ῥόπαλον ἢ καὶ ἄλλως πάγη, ῥομφαία, εἶδος ξίφους ἢ ἐπίσπαστρον. διὸ Λυσίας κρίκον θύρας αὐτὸ εἶναι δηλοῖ ἐν τῷ «ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ», κατὰ Ἀνδοκίδου ἐν τῷ Περὶ ἀσεβείας τοῦτο εἰπών. [λέγει δὲ καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις καινῶς αἶτος τὸ ἐνδιαίτημα, οἷον «Διὸς αἴτει πανδόκῳ».] Πολλαὶ δὲ καὶ ἄλλαι μονήρεις λέξεις πολλαχοῦ σεσημείωνται, τυχὸν μὲν ἐπιτηδευόμεναι, ἴσως δὲ καὶ ἄλλως ἀναγκαίως τιθέμεναι πρὸς μέτρου χρείαν ἢ πολυμαθείας ἔνδειξιν. (v. 55) Ἰστέον δὲ καί, ὅτι πολλαχοῦ ἔστιν ἐκ τῶν αὐτῶν καὶ ἔπαινον καὶ ψόγον σοφιστικῶς πορίζεσθαι, εἴγε καὶ ἡ κόμη σεμνύνει μὲν τούς, ὡς ἐρρέθη, καρηκομόωντας Ἕλληνας, εἰς ὕβριν δὲ τῷ Ἀλεξάνδρῳ ἐπανθεῖ. κομᾶν μὲν γὰρ οὐ γυναικεῖον οὐδ' ἐξ ἀνάγκης ἐπαφρόδιτον, ὅτι μηδὲ λέων χαίτην τρέφων πρὸς μόνον κάλλος εὐθετίζεται, ἀλλὰ καὶ δι' αὐτῆς ἐπαύξει τὸ φοβερόν. κόμην δὲ ἔχειν καὶ εὔκομον εἶναι γυναικικώτερόν ἐστι. διὸ καὶ ὁ Πάρις ὀνειδίζεται ὡς κόμην ἔχων οὐ κατὰ τοὺς καρηκομόωντας Ἀχαιούς, οὐδὲ ὁποίαν ἔχοι ἂν Ἀπόλλων ἀκερσεκόμης, ἀλλὰ ἠΰκομος γυνή. (v. 46—8) Ἐν δὲ τοῖς γραφεῖσιν Ὁμηρικοῖς ὅρα τὸ ῥηθὲν καίριον ἀσύνδετον