Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.605
Not analysed yet
ἑξῆς. τοῦτο δὲ πᾶς ἂν εἴπῃ δικαίως πρός τινος ἐπιτιμώμενος. ἰδοὺ τοίνυν εὕρηται καὶ ἑτέρα τις Ἀλεξάνδρου ἀρετή, ἡ σύνεσις, ὅτι κατ' Εὐριπίδην «σύνοιδε δεινὰ εἰργασμένος». ἄκρως δὲ αἴσιον τὸ τοῦ ἀδελφοῦ σκῶμμα ὁ Πάρις εἶναι φιλαλήθως δηλοῖ, οὐ μὴν πῇ μὲν κατ' αἶσαν, πῇ δὲ ὑπὲρ αἶσαν, [ἵνα ἡ λοιδορία μέσως δῆθεν ἔχῃ ὡς αἰσία καὶ μὴ αἰσία, κατὰ τὸ ἑκών ἀέκων καὶ τὰ τοιαῦτα.] διὸ καὶ καταφατικῶς αὐτὸ καὶ ἀποφατικῶς ἐπῄνεσε. τὸ δὲ ὑπὲρ αἶσαν ἐξαίσιον ἀλλαχοῦ λέγει ὁ ποιητής. [Ἰστέον δέ, ὅτι τοῦ «κατ' αἶσαν οὐδ' ὑπὲρ αἶσαν» μίμημα παρὰ Σοφοκλεῖ τὸ «γνωτὰ κοὐκ' ἄγνωτά μοι»] (v. 60—3) Ὅτι τὴν Ἕκτορος καρδίαν διὰ τὸ γενναῖον καὶ ὡς εἰπεῖν ἀπότομον καὶ ἀεὶ πρὸς πόνους ἀνένδοτον καὶ ἀτάρβητον καὶ ὅτι καὶ ἄλλοις αὔξει τὴν εἰς πόλεμον ὁρμήν, ὡς πέλεκυν ἀτειρῆ τινα εἶναι λέγει παραβολικῶς ὁ Ἀλέξανδρος, δυσπαθῆ λαβὼν εἰκόνα, οὐκ ἀργὸν σίδηρον, ἀλλὰ δρῶντά τι, ἤτοι τέμνοντα ξύλον νήϊον, ὃς καὶ ὀφέλλει ἀνδρὸς ἐρωήν, ὥσπερ τοὐναντίον ὁ μὴ τμητικὸς πέλεκυς ἀμβλύνει τὴν προθυμίαν τοῦ τέμνοντος. φησὶ γοῦν· «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής», ὃ καὶ πέλυξ παρὰ τοῖς ὕστερον, «ὅς τ' εἶσι διὰ δουρός», ἤγουν ὅστις δίεισι ξύλου ὑπ' ἀνέρος, «ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν· ὥς τοι ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστίν», ὡς ἐοικέναι τὸν ἀτάρβητον νοῦν πελέκει ἀτειρεῖ κατά γε τὸ ἀνένδοτον ἢ δυσένδοτον. (v. 61) Τὸ δὲ τέχνῃ πάνυ ἀσφαλῶς κεῖται. τῷ γὰρ κατὰ τέχνην τέμνοντι ὀφέλλει τὴν ἐρωὴν ὁ ἀτειρὴς χαλκός, οὐ μὴν τῷ ἀτέχνως ξυλοκοποῦντι. (v. 62) Νήϊον δὲ ὑπόκειται ξύλον τέμνεσθαι, ἤγουν ἐπιτήδειον εἰς νῆα, διὰ τὸ μάλιστα περὶ τοῦτο τὴν τέχνην φαίνεσθαι τοῦ δεξιῶς τέμνοντος, ὡς τοῦ τοιούτου δεομένου σπουδαίας μεταχειρίσεως. καὶ τοῦτο μὲν εἰς ἔπαινον Ἕκτορος ὁ Ἀλέξανδρος λέγει ὁμολογήσας, ὡς ἐρρέθη, καί, ὅτι κατ' αἶσαν αὐτὸν ὁ ἀδελφός, οὐδ' ὑπὲρ αἶσαν ἐνείκεσεν, ἤγουν αἰσίως καὶ δικαίως, ὅπερ ἀλλαχοῦ κατὰ μοῖράν φησιν. (v. 64—6) Ὅτε δὲ εἴπῃ «μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης, οὔ τοι ἀπόβλητά ἐστι θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο» ἔμφασιν ἔχει πλαγίως ὕβρεως, διότι, ὥς φασί τινες, οὐκ εὖ εἶχεν ὄψεως ὁ Ἕκτωρ, ὥστε οὐδὲ εἶχε κάλλους δῶρον θεόθεν. καὶ μὴν ὁ Ὅμηρος καὶ τεθνεῶτα τὸν Ἕκτορα θαυμάζει τοῦ εἴδους. ὅτι δὲ καὶ τὸ κάλλος οὐκ ἀπόβλητον ἀλλὰ τίμιον ἦν, δηλοῖ οὐ μόνον τὰ τῶν ἐρώτων ἀγάλματα, οἷς ἐνέπρεπον οἱ Ἑλληνικοὶ γραφεῖς, ἀλλὰ καὶ τὰ τῶν καλῶν ἡρῷα. Φίλιππος οὖν καθ' Ἡρόδοτον Κροτωνιάτης Ὀλυμπιονίκης, κάλλιστος ὤν, ἐτιμήθη ἐν Σικελίᾳ. ἡρῷόν τε γὰρ αὐτῷ ἵδρυτο καὶ θυσίαις αὐτὸν ἱλάσκοντο. (v. 66) Τὸ δέ «ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο» ἐλλιπῶς εἶπεν ὡς ἀγωνιῶν ὁ Πάρις καὶ μηδ'