Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.606
Not analysed yet
αὐτὸς ἔχων λόγοις ἐνευκαιρεῖν, τὸ δὲ πλῆρες τοιοῦτον· οὐκ ἄν τις αὐτὸς ἑκὼν λάβοι δῶρα θεῖα, μὴ θεοῦ δηλονότι διδόντος. (v. 64) Τὸ δὲ ἐρατά δηλοῖ μὲν τὸ ἐρωτικά καὶ ἐράσμια. ἐπεὶ δὲ τὸ ἁπλῶς ἐρατὸν ἅπασι δοκεῖ ἐρατόν, λεληθότως πως ἅπτεται τοῦ ἀδελφοῦ ὡς καὶ αὐτοῦ ἐφιεμένου ἂν τοιούτου εἶναι, ἤγουν καλοῦ ὥσπερ τὰ εἰς ἀνδρείαν, οὕτω καὶ τὰ εἰς εἶδος. Χρήσιμον δὲ τὸ ἐρατά εἰς τὸ «γνωτὰ κοὐκ ἄγνωτα» καὶ εἰς τὸ ἀλλόγνωτος καὶ γνωτός, ὁ ἀδελφός, καὶ εἰς τὰ ἐκ τοῦ ἀνυστοῦ, ὁποῖον τὸ ἀνήνυτος καὶ Ἄνυτος κύριον καὶ δεσμός παρ' Εὐριπίδῃ δυσεξήνυτος, καὶ εἰς τὸ κτίται παρὰ τῷ αὐτῷ, ὅ ἐστι κτίσται, καὶ εἰς τὸ «ἀσώτου Σισυφιδῶν γενεᾶς», τουτέστιν ἀσώστου, καὶ εἰς τὸ βλῆτρον, ὃ ἄλλως ἐξήνεκται ἤπερ τὸ ἀμφίβληστρον, καὶ εἰς τὸ «σωτήριόν τε τοῖς καλῶς κεκτημένοις» καὶ εἰς τὸ σωτήρ, ὧν τὴν τοῦ σ ἔλλειψιν τὰ σῶστρα δηλοῦσι. πολλὰ δὲ καὶ ἕτερα οὕτω τοῦ σ ἐστέρηνται, ὥσπερ αὖ ἐν ἄλλοις πλεονάζειν αὐτὸ οὐ πάνυ ἀναλόγως φαίνεται, ὁποῖον καὶ τὸ ὀρχῶ ὀρχήσω ὀρχηστής, οὐ κατὰ τὸ ποιητής, καὶ χηρῶ χηρώσω χηρωστής, οὐ κατὰ τὸ ἑεδνωτής. Τὸ δέ «πρόφερε» ἀρχὴν ἐνδέδωκε τῆς τοῦ προφορικοῦ λόγου κλήσεως, ὡς καὶ τὸ «ὀνείδεά τε προφέρεις». τὸ μέντοι παρ' Ἡσιόδῳ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτέραν ἑρμηνείαν ἔχει. ἔστι δὲ καὶ ἕτερον προφέρειν, ἐξ οὗ ὁ προφερέστερος. Χρυσῆ δὲ Ἀφροδίτη ἡ χρυσοφόρος, ὡς καὶ χάλκεος Ἄρης διὰ τὸ φόρημα, ἢ ἡ καλὴ ἤ, ὅτι χρυσῷ καταπράττεται, ᾧ καὶ Ζεὺς τὴν Δανάην χειροῦται. [Καθὰ καὶ ἑτέρα τις γυνὴ διὰ ἵππον προὔδωκε τὸ κάλλος, ὡς ἡ τοῦ Πειριθόου μήτηρ, καί τις διὰ κύκνον, ὡς ἡ Λήδη ὑποπτεύεται, καὶ ἄλλη διὰ βοῦν, ὡς ἡ Εὐρώπη. καὶ κύων δὲ εὐγενὴς ὑπηγάγετό τινα εἰς ὅμοιον πάθος, ὁποία τις ἡ τοῦ Τρωϊκοῦ Φοινοδάμαντος, ἣν Κρημισσὸς ὁ ποταμὸς λέγεται ζεῦξαι λέκτροις «ἰνδαλθεὶς κυνί». καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] Ἡ δὲ γραμματικὴ Ἱστιαῖα πεδίον εἶναί φησι χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆς