Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.620
Not analysed yet
Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο, τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις» παράφρασίς ἐστι διὰ τῆς Ἴριδος, ὧν φθάσας εἶπεν ὁ Πάρις πρὸς τὸν ἀδελφὸν Ἕκτορα. ὅτι δὲ παραφραστικὸς τῶν ἑαυτοῦ ὁ πλουσιολόγος ποιητής, πολλαχοῦ φαίνεται. (v. 139 s.) Ὅτι ὁ τῆς Ἴριδος λόγος, τουτέστιν ἡ περὶ μονομαχίας φήμη, γλυκὺν ἵμερον ἐνέβαλε τῇ Ἑλένῃ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων. τοιαῦτα γὰρ ὁ ποιητὴς αὐτῆς ὑπερλαλεῖ πολλαχοῦ μεταμελομένην ποιῶν. οἰκονομεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν αὐτῆς εἰς τὸ τεῖχος ἔξοδον πολλὰ ἱστορήσων, ὡς εἴρηται, δι' αὐτῆς, τὰ μὲν Εὐρωπαῖα, τὰ δὲ ἐξ Ἀσίας, ὡς φανήσεται. ὃ μιμησάμενος Εὐριπίδης ποιεῖ ἄλλως ἐν Φοινίσσαις τὸν παρ' αὐτῷ πλαττόμενον πρεσβύτην διδάσκοντα ἐκ τοῦ τείχους πολλὰ τῶν ἔξω τὴν βασιλικὴν νεάνιδα. ὅτι δὲ καὶ ἕτεραι γυναῖκες ἀνέβησαν εἰς τὸ τεῖχος κατὰ ἀρχαῖον ἔθος, τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον, νῦν μὲν σιγᾷ ὁ ποιητής, προϊὼν δὲ ἐξείπῃ, ὡς ἂν εἴη καὶ νῦν πιθανὴ καὶ ἡ τῆς Ἑλένης καὶ ἡ τῆς δοκούσης εἰροκόμου γραὸς εἰς τὸ τεῖχος ἔλευσις. (v. 144) Ὅτι ἡ ἀκολουθοῦσα ἐνταῦθα τῇ Ἑλένῃ ἀμφίπολος Αἴθρη, Πιτθῆος θυγάτηρ, ἡ Θησέως νοεῖται πρός τινων μήτηρ, συναρπαγεῖσα τῇ Ἑλένῃ. καὶ ἔστι μὲν ἀπίθανος ὁ λόγος διὰ πολλά. διδάσκει δὲ τὸ τῆς τύχης ὅμως καινοτόμον ἡ ἱστορία, ἐὰν ἡ βασίλισσα Αἶθρα ὡς ἐκ παρόδου εἰς δουλικὴν τύχην κατέβη. κατὰ δὲ ἑτέρους ἄλλη ἐστὶν αὕτη Αἶθρα, δούλη τῷ ὄντι. καὶ ἔστι καὶ αὐτὸ παράδειγμα Ὁμηρικῆς ὁμωνυμίας. ἡ γὰρ Αἶθρα αὕτη καὶ ὁ Πιτθεὺς οὗτος ὁμώνυμοι τοῖς εὐγενέσιν Ἑλληνικοῖς. τὴν δὲ ἑτέραν δούλην, τὴν Κλυμένην, βοῶπιν καλεῖσθαί φασιν ὑφ' Ὁμήρου οὐχ' οὕτω διὰ τὸ εὐωπόν, ὅσον ὅτι τρανέστατα ἐνέβλεψε, μόνη κατανοήσασα, ὥς φασι, τὴν ἐσομένην τῆς Ἑλένης ἁρπαγήν, ὅτε Ἀλέξανδρος ἦλθεν εἰς Λακεδαίμονα (v. 143) Ὅρα δέ, ὅτι σύνηθες ταῖς εὐγενέσιν ἀμφιπόλους ἕπεσθαι, ὅ ἐστι δουλίδας, ἐν ταῖς τοιαύταις προόδοις. ὅτι δὲ ἀμφίπολοι αἱ δουλίδες, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, δηλοῖ καὶ Ἡρόδοτος, ἔνθα φησί· «καὶ τὰς ἐλευθέρας καὶ τὰς ἀμφιπόλους». καλοῦνται δὲ οὕτω διὰ τὸ ἀμφὶ τὰς δεσπότιδας πολεῖν. ἐντεῦθεν δὲ καὶ αἱ πρόσπολοι καὶ πρόπολοι. παρὰ Σοφοκλεῖ γοῦν ὁ Κρέων τὴν Ἰσμήνην πρόσπολον Οἰδίποδος εἰπὼν προϊὼν ἐτυμολογεῖ τὴν λέξιν ἐν τῷ «τὰς κόρας τάσδε ἆσσον προσπολουμένας». οἱ δὲ παλαιοί φασι καί, ὅτι πρόπολος μὲν καὶ ἐπὶ ἀρρένων, ἀμφίπολος δὲ ἀεὶ ἐπὶ γυναικῶν. Σημείωσαι δέ, ὅτι Πίνδαρος δριμέως ἤτοι γλυκέως τύμβον ἀμφίπολον ἔφη τὸν κύκλῳ περιπολούμενον. (v. 145) Ὅτι τὸ ἱκάνω ἐκτείνει, ὡς καὶ ἀλλα-