Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.619
Not analysed yet
Μαρμαρέη δὲ ἡ λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸν μαρμάρειος, θηλυκὸν μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακα πορφυρέην» γράφεται. καὶ νύμφαι γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα. ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡ γαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ τοῦ πῶ, τὸ κτῶμαι. ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ τοῖς ἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθ' ὁμοιότητα εἰρῆσθαι τοῦ ἑτέρου πάσσειν, οἷον «πάσσε δ' ἁλὸς θείοιο», ἀφ' οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲ καί, ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινα τῶν θειοτέρων ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν. τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένην κεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην. (v. 128) τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπ' Ἄρεος παλαμάων». (v. 130—8) Ὅτι ἐν τῷ [»δεῦρ' ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ ἑξῆς, τὸ μὲν νύμφα καθὰ] καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς χρείαν δὲ μέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθα τὰ τῆς μάχης, οὐχ' ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰ θεόφραστα. εἶεν δ' ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια, (v. 132—5) εἴγε κατὰ τὸν ποιητήν «οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ, «πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ παράφρασίς ἐστι τοῦ «ἵππους μὲν ἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. (v. 136—8) Οὕτω δὲ καὶ τὸ «αὐτὰρ