Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.622
Not analysed yet
Ὁ δὲ Πάνθοος Πολυδάμαντος ἦν πατήρ, ἀνὴρ μαντικός, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, ὅθεν Πανθοΐδης ἐκεῖνος καὶ ἐν συναιρέσει Πανθοίδης κατὰ πατρωνυμίαν λέγεται, ὁμοίως τῷ Βοηθοΐδης Ἐτεωνεύς ἐν Ὀδυσσείᾳ, ὁ τοῦ Βοηθόου υἱός. ὁ δὲ Θυμοίτης, ὡς καὶ προεγράφη, πλεονασμὸν ἔχει τοῦ ι ἐκ τοῦ θυμός, ὡς ἐκ τοῦ δᾶμος, ἤτοι δῆμος, ὁ Δαμοίτης παρὰ Θεοκρίτῳ καὶ ἐκ τοῦ μένος ὁ Μενοίτιος. (v. 147) Ὁ δὲ Λάμπος γίνεται μὲν ἐκ τοῦ λάμπω, ὡς ἐκ τοῦ φαίνω ἡ Φαίδρα καὶ ἡ Αἶθρα ἐκ τοῦ αἴθω. ἔοικε δέ πως διώνυμος εἶναι. Λάμπος τε γὰρ καὶ Λάμπετος· τὸν γοῦν υἱὸν αὐτοῦ ἀλλαχοῦ Λαμπετίδην ἐρεῖ ὁ ποιητής. ἐκ δὲ τοῦ λάμπω καὶ Λαμπετία ἐν Ὀδυσσείᾳ, θυγάτηρ Ἡλίου. ὁ δὲ Κλυτίος ὡς τρίβραχυ κύριον παροξύνεται, καθὰ καὶ τὸ Τυχίος καὶ τὸ Ὁδίος καὶ τὸ Δολίος καὶ ἄλλα πολλά, ὡς δειχθήσεται καὶ ἐν τοῖς ἐφεξῆς. τὸν δὲ Ἱκετάονα ὄζον Ἄρηος λέγει Ὅμηρος, ὡς καὶ τὸν Πρίαμον εὐμελίην καὶ τὸν Νέστορα ἱππότην, οὐχ' ὅτι νῦν, ἀλλ' ὅτι πάλαι ποτὲ ἦσαν τοιοῦτοι. (v. 150—2) Ὅτι τοὺς ῥηθέντας Τρωϊκοὺς δημογέροντας, οὓς καὶ Τρώων λέγει ἡγήτορας, οἳ ἄνω τοῦ πύργου τῶν Σκαιῶν ἐκάθηντο πυλῶν, ἢ θέας χάριν ἢ διὰ ἑτοιμότητα συμβουλῆς, ἀπομάχους μέν φησι διὰ γῆρας, συμβούλους δὲ ἀγαθούς, λέγων οὕτω· δημογέροντες, «γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ' ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν», ὅ ἐστι φωνὴν πέμπουσιν ἀνθηράν. ἄνθους γὰρ εἶδος τὸ λείριον, ὅθεν καὶ Ποδαλείριος κύριον, οἱονεὶ ἀνθηρόπους. καὶ Ὅμηρος μὲν παραβολικῶς ἐκ τῶν τεττίγων οὕτω τοὺς Τρωϊκοὺς ἐτίμησε ῥήτορας, οἱ δὲ ὕστερον εὐγενεῖς Ἀθηναῖοι πραγματικῶς τέττιξιν ἐσέμνυνον ἑαυτούς, τεττιγοφόροι ὄντες. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, ὡς καὶ Θουκυδίδης φησίν, εἰς σύμβολον τοῦ γηγενεῖς εἶναι. Δῆλον δέ, ὅτι οἱ τέττιγες ἄναιμοι καὶ ψυχροὶ τὴν κρᾶσιν, καθὰ καὶ οἱ γέροντες, καὶ ᾠδικοὶ δέ, καθὰ καὶ οἱ ῥηθέντες ἀγορηταί, καὶ ὅτι ἀφ' ὑψηλοῦ ἠχοῦσι. τὰ γὰρ πολλὰ ἐπὶ κλάδων καὶ οὐκ ἀπὸ γῆς αὐτῆς ἐπιδείκνυνται τὰ τῆς ᾠδῆς. ἔνθα μεμνῆσθαι χρὴ καὶ συμβολικοῦ λόγου, ἐν ᾧ ἠπειλήσατό τις ποιήσειν τοὺς τέττιγας τοῖς ἐχθροῖς χαμόθεν ᾄδειν ἀντὶ τοῦ δενδροτομήσειν αὐτοῖς τὴν χώραν, ἵνα ἐξ ἀνάγκης οἱ τέττιγες ἀπὸ γῆς ᾄδωσι. φανερὸν δὲ καί, ὅτι ἄρρενες τέττιγες